< איוב 40 >

ויען יהוה את-איוב ויאמר 1
καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ Ιωβ καὶ εἶπεν
הרב עם-שדי יסור מוכיח אלוה יעננה 2
μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν
ויען איוב את-יהוה ויאמר 3
ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ
הן קלתי מה אשיבך ידי שמתי למו-פי 4
τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα χεῖρα θήσω ἐπὶ στόματί μου
אחת דברתי ולא אענה ושתים ולא אוסיף 5
ἅπαξ λελάληκα ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω
ויען-יהוה את-איוב מנסערה (מן סערה) ויאמר 6
ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ Ιωβ ἐκ τοῦ νέφους
אזר-נא כגבר חלציך אשאלך והודיעני 7
μή ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι
האף תפר משפטי תרשיעני למען תצדק 8
μὴ ἀποποιοῦ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος
ואם-זרוע כאל לך ובקול כמהו תרעם 9
ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ’ αὐτὸν βροντᾷς
עדה נא גאון וגבה והוד והדר תלבש 10
ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι
הפץ עברות אפך וראה כל-גאה והשפילהו 11
ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ πᾶν δὲ ὑβριστὴν ταπείνωσον
ראה כל-גאה הכניעהו והדך רשעים תחתם 12
ὑπερήφανον δὲ σβέσον σῆψον δὲ ἀσεβεῖς παραχρῆμα
טמנם בעפר יחד פניהם חבש בטמון 13
κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον
וגם-אני אודך כי-תושע לך ימינך 14
ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι
הנה-נא בהמות אשר-עשיתי עמך חציר כבקר יאכל 15
ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει
הנה-נא כחו במתניו ואונו בשרירי בטנו 16
ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ’ ὀσφύι ἡ δὲ δύναμις ἐπ’ ὀμφαλοῦ γαστρός
יחפץ זנבו כמו-ארז גידי פחדו ישרגו 17
ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται
עצמיו אפיקי נחשה גרמיו כמטיל ברזל 18
αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός
הוא ראשית דרכי-אל העשו יגש חרבו 19
τοῦτ’ ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ
כי-בול הרים ישאו-לו וכל-חית השדה ישחקו-שם 20
ἐπελθὼν δὲ ἐπ’ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ
תחת-צאלים ישכב-- בסתר קנה ובצה 21
ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον
יסכהו צאלים צללו יסבוהו ערבי-נחל 22
σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου
הן יעשק נהר לא יחפוז יבטח כי-יגיח ירדן אל-פיהו 23
ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ πέποιθεν ὅτι προσκρούσει ὁ Ιορδάνης εἰς τὸ στόμα αὐτοῦ
בעיניו יקחנו במוקשים ינקב-אף 24
ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥῖνα

< איוב 40 >