< איוב 17 >

רוחי חבלה ימי נזעכו קברים לי 1
ὀλέκομαι πνεύματι φερόμενος δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω
אם-לא התלים עמדי ובהמרותם תלן עיני 2
λίσσομαι κάμνων καὶ τί ποιήσας
שימה-נא ערבני עמך מי הוא לידי יתקע 3
ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι τίς ἐστιν οὗτος τῇ χειρί μου συνδεθήτω
כי-לבם צפנת משכל על-כן לא תרמם 4
ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς
לחלק יגיד רעים ועיני בניו תכלנה 5
τῇ μερίδι ἀναγγελεῖ κακίας ὀφθαλμοὶ δέ μου ἐφ’ υἱοῖς ἐτάκησαν
והציגני למשל עמים ותפת לפנים אהיה 6
ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν γέλως δὲ αὐτοῖς ἀπέβην
ותכה מכעש עיני ויצרי כצל כלם 7
πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων
ישמו ישרים על-זאת ונקי על-חנף יתערר 8
θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη
ויאחז צדיק דרכו וטהר-ידים יסיף אמץ 9
σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος
ואולם--כלם תשבו ובאו נא ולא-אמצא בכם חכם 10
οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε καὶ δεῦτε δή οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές
ימי עברו זמתי נתקו-- מורשי לבבי 11
αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου
לילה ליום ישימו אור קרוב מפני-חשך 12
νύκτα εἰς ἡμέραν ἔθηκαν φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους
אם-אקוה שאול ביתי בחשך רפדתי יצועי (Sheol h7585) 13
ἐὰν γὰρ ὑπομείνω ᾅδης μου ὁ οἶκος ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή (Sheol h7585)
לשחת קראתי אבי אתה אמי ואחתי לרמה 14
θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν
ואיה אפו תקותי ותקותי מי ישורנה 15
ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς ἦ τὰ ἀγαθά μου ὄψομαι
בדי שאל תרדנה אם-יחד על-עפר נחת (Sheol h7585) 16
ἦ μετ’ ἐμοῦ εἰς ᾅδην καταβήσονται ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα (Sheol h7585)

< איוב 17 >