< איוב 13 >
הן-כל ראתה עיני שמעה אזני ותבן לה | 1 |
ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς καὶ ἀκήκοέν μου τὸ οὖς
כדעתכם ידעתי גם-אני לא-נפל אנכי מכם | 2 |
καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν
אולם--אני אל-שדי אדבר והוכח אל-אל אחפץ | 3 |
οὐ μὴν δὲ ἀλλ’ ἐγὼ πρὸς κύριον λαλήσω ἐλέγξω δὲ ἐναντίον αὐτοῦ ἐὰν βούληται
ואולם אתם טפלי-שקר רפאי אלל כלכם | 4 |
ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι καὶ ἰαταὶ κακῶν πάντες
מי-יתן החרש תחרישון ותהי לכם לחכמה | 5 |
εἴη δὲ ὑμῖν κωφεῦσαι καὶ ἀποβήσεται ὑμῖν εἰς σοφίαν
שמעו-נא תוכחתי ורבות שפתי הקשיבו | 6 |
ἀκούσατε ἔλεγχον στόματός μου κρίσιν δὲ χειλέων μου προσέχετε
הלאל תדברו עולה ולו תדברו רמיה | 7 |
πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε ἔναντι δὲ αὐτοῦ φθέγγεσθε δόλον
הפניו תשאון אם-לאל תריבון | 8 |
ἦ ὑποστελεῖσθε ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε
הטוב כי-יחקר אתכם אם-כהתל באנוש תהתלו בו | 9 |
καλόν γε ἐὰν ἐξιχνιάσῃ ὑμᾶς εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ
הוכח יוכיח אתכם-- אם-בסתר פנים תשאון | 10 |
οὐθὲν ἧττον ἐλέγξει ὑμᾶς εἰ δὲ καὶ κρυφῇ πρόσωπα θαυμάσετε
הלא שאתו תבעת אתכם ופחדו יפל עליכם | 11 |
πότερον οὐχὶ δεινὰ αὐτοῦ στροβήσει ὑμᾶς φόβος δὲ παρ’ αὐτοῦ ἐπιπεσεῖται ὑμῖν
זכרניכם משלי-אפר לגבי-חמר גביכם | 12 |
ἀποβήσεται δὲ ὑμῶν τὸ ἀγαυρίαμα ἴσα σποδῷ τὸ δὲ σῶμα πήλινον
החרישו ממני ואדברה-אני ויעבר עלי מה | 13 |
κωφεύσατε ἵνα λαλήσω καὶ ἀναπαύσωμαι θυμοῦ
על-מה אשא בשרי בשני ונפשי אשים בכפי | 14 |
ἀναλαβὼν τὰς σάρκας μου τοῖς ὀδοῦσιν ψυχὴν δέ μου θήσω ἐν χειρί
הן יקטלני לא (לו) איחל אך-דרכי אל-פניו אוכיח | 15 |
ἐάν με χειρώσηται ὁ δυνάστης ἐπεὶ καὶ ἦρκται ἦ μὴν λαλήσω καὶ ἐλέγξω ἐναντίον αὐτοῦ
גם-הוא-לי לישועה כי-לא לפניו חנף יבוא | 16 |
καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν οὐ γὰρ ἐναντίον αὐτοῦ δόλος εἰσελεύσεται
שמעו שמוע מלתי ואחותי באזניכם | 17 |
ἀκούσατε ἀκούσατε τὰ ῥήματά μου ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων
הנה-נא ערכתי משפט ידעתי כי-אני אצדק | 18 |
ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου οἶδα ἐγὼ ὅτι δίκαιος ἀναφανοῦμαι
מי-הוא יריב עמדי כי-עתה אחריש ואגוע | 19 |
τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω
אך-שתים אל-תעש עמדי אז מפניך לא אסתר | 20 |
δυεῖν δέ μοι χρήσῃ τότε ἀπὸ τοῦ προσώπου σου οὐ κρυβήσομαι
כפך מעלי הרחק ואמתך אל-תבעתני | 21 |
τὴν χεῖρα ἀπ’ ἐμοῦ ἀπέχου καὶ ὁ φόβος σου μή με καταπλησσέτω
וקרא ואנכי אענה או-אדבר והשיבני | 22 |
εἶτα καλέσεις ἐγὼ δέ σοι ὑπακούσομαι ἢ λαλήσεις ἐγὼ δέ σοι δώσω ἀνταπόκρισιν
כמה לי עונות וחטאות-- פשעי וחטאתי הדיעני | 23 |
πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου καὶ αἱ ἀνομίαι μου δίδαξόν με τίνες εἰσίν
למה-פניך תסתיר ותחשבני לאויב לך | 24 |
διὰ τί ἀπ’ ἐμοῦ κρύπτῃ ἥγησαι δέ με ὑπεναντίον σοι
העלה נדף תערוץ ואת-קש יבש תרדף | 25 |
ἦ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ ἢ ὡς χόρτῳ φερομένῳ ὑπὸ πνεύματος ἀντίκεισαί μοι
כי-תכתב עלי מררות ותורישני עונות נעורי | 26 |
ὅτι κατέγραψας κατ’ ἐμοῦ κακά περιέθηκας δέ μοι νεότητος ἁμαρτίας
ותשם בסד רגלי-- ותשמור כל-ארחתי על-שרשי רגלי תתחקה | 27 |
ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι ἐφύλαξας δέ μου πάντα τὰ ἔργα εἰς δὲ ῥίζας τῶν ποδῶν μου ἀφίκου
והוא כרקב יבלה כבגד אכלו עש | 28 |
ὃ παλαιοῦται ἴσα ἀσκῷ ἢ ὥσπερ ἱμάτιον σητόβρωτον