< שמואל א 5 >
ופלשתים לקחו את ארון האלהים ויבאהו מאבן העזר אשדודה | 1 |
καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Αβεννεζερ εἰς Ἄζωτον
ויקחו פלשתים את ארון האלהים ויבאו אתו בית דגון ויציגו אתו אצל דגון | 2 |
καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγων καὶ παρέστησαν αὐτὴν παρὰ Δαγων
וישכמו אשדודים ממחרת והנה דגון נפל לפניו ארצה לפני ארון יהוה ויקחו את דגון וישבו אתו למקומו | 3 |
καὶ ὤρθρισαν οἱ Ἀζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγων καὶ εἶδον καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ θεοῦ καὶ ἤγειραν τὸν Δαγων καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ τοὺς Ἀζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς
וישכמו בבקר ממחרת והנה דגון נפל לפניו ארצה לפני ארון יהוה וראש דגון ושתי כפות ידיו כרתות אל המפתן--רק דגון נשאר עליו | 4 |
καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ Δαγων πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης κυρίου καὶ ἡ κεφαλὴ Δαγων καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια αμαφεθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ἡ ῥάχις Δαγων ὑπελείφθη
על כן לא ידרכו כהני דגון וכל הבאים בית דגון על מפתן דגון--באשדוד עד היום הזה | 5 |
διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγων καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγων ἐπὶ βαθμὸν οἴκου Δαγων ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν
ותכבד יד יהוה אל האשדודים וישמם ויך אתם בעפלים (בטחרים) את אשדוד ואת גבוליה | 6 |
καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ Ἄζωτον καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει
ויראו אנשי אשדוד כי כן ואמרו לא ישב ארון אלהי ישראל עמנו--כי קשתה ידו עלינו ועל דגון אלהינו | 7 |
καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ θεοῦ Ισραηλ μεθ’ ἡμῶν ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ Δαγων θεὸν ἡμῶν
וישלחו ויאספו את כל סרני פלשתים אליהם ויאמרו מה נעשה לארון אלהי ישראל ויאמרו גת יסב ארון אלהי ישראל ויסבו את ארון אלהי ישראל | 8 |
καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν τί ποιήσωμεν κιβωτῷ θεοῦ Ισραηλ καὶ λέγουσιν οἱ Γεθθαῖοι μετελθέτω κιβωτὸς τοῦ θεοῦ πρὸς ἡμᾶς καὶ μετῆλθεν κιβωτὸς τοῦ θεοῦ εἰς Γεθθα
ויהי אחרי הסבו אתו ותהי יד יהוה בעיר מהומה גדולה מאד ויך את אנשי העיר מקטן ועד גדול וישתרו להם עפלים (טחרים) | 9 |
καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τῇ πόλει τάραχος μέγας σφόδρα καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς οἱ Γεθθαῖοι ἕδρας
וישלחו את ארון האלהים עקרון ויהי כבוא ארון האלהים עקרון ויזעקו העקרנים לאמר הסבו אלי את ארון אלהי ישראל להמיתני ואת עמי | 10 |
καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν
וישלחו ויאספו את כל סרני פלשתים ויאמרו שלחו את ארון אלהי ישראל וישב למקומו ולא ימית אתי ואת עמי כי היתה מהומת מות בכל העיר כבדה מאד יד האלהים שם | 11 |
καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ Ισραηλ ἐκεῖ
והאנשים אשר לא מתו הכו בעפלים (בטחרים) ותעל שועת העיר השמים | 12 |
καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν