< Αποκαλυψις Ιωαννου 7 >

1 Καὶ μετὰ τοῦτο εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς, κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς, μήτε ἐπὶ τῆς θαλάσσης, μήτε ἐπί τι δένδρον.
And after this, I saw four angels standing on the four quarters of the earth, holding the four winds of the earth, so that no wind would blow on the earth, or on the sea, or on any tree.
2 Καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος· καὶ ἔκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν,
I saw another angel ascend from the sunrise, having the seal of the living God. He called out with a loud voice to the four angels to whom it was given to harm the earth and the sea,
3 λέγων, Μὴ ἀδικήσητε τὴν γῆν, μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρις οὗ σφραγίσωμεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
saying, "Do not harm the earth, neither the sea, nor the trees, until we have sealed the servants of our God on their foreheads."
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν καὶ τεσσαράκοντα τέσσαρες χιλιάδες, ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ.
I heard the number of those who were sealed, one hundred forty-four thousand, sealed out of every tribe of the children of Israel:
5 Ἐκ φυλῆς Ἰούδα, δώδεκα χιλιάδες ἐσφραγισμέναι· ἐκ φυλῆς Ῥουβίμ, δώδεκα χιλιάδες· ἐκ φυλῆς Γάδ, δώδεκα χιλιάδες·
of the tribe of Judah were sealed twelve thousand, of the tribe of Reuben twelve thousand, of the tribe of Gad twelve thousand,
6 ἐκ φυλῆς Ἀσήρ, δώδεκα χιλιάδες· ἐκ φυλῆς Νεφθαλείμ, δώδεκα χιλιάδες· ἐκ φυλῆς Μανασσῆ, δώδεκα χιλιάδες·
of the tribe of Asher twelve thousand, of the tribe of Naphtali twelve thousand, of the tribe of Manasseh twelve thousand,
7 ἐκ φυλῆς Συμεών, δώδεκα χιλιάδες· ἐκ φυλῆς Λευΐ, δώδεκα χιλιάδες· ἐκ φυλῆς Ἰσαχάρ, δώδεκα χιλιάδες·
of the tribe of Simeon twelve thousand, of the tribe of Levi twelve thousand, of the tribe of Issachar twelve thousand,
8 ἐκ φυλῆς Ζαβουλών, δώδεκα χιλιάδες· ἐκ φυλῆς Ἰωσήφ, δώδεκα χιλιάδες· ἐκ φυλῆς Βενιαμίν, δώδεκα χιλιάδες ἐσφραγισμέναι.
of the tribe of Zebulun twelve thousand, of the tribe of Joseph twelve thousand, of the tribe of Benjamin were sealed twelve thousand.
9 Μετὰ ταῦτα εἶδον, καὶ ἰδού, ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς ἐδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένους στολὰς λευκάς, καὶ φοίνικας ἐν ταῖς χερσὶν αὐτῶν·
After these things I looked, and suddenly there was a great multitude, which no one could number, out of every nation and of all tribes, peoples, and languages, standing before the throne and before the Lamb, dressed in white robes, with palm branches in their hands.
10 καὶ κράζουσι φωνῇ μεγάλῃ, λέγοντες, Ἡ σωτηρία τῷ Θεῷ ἡμῶν τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, καὶ τῷ ἀρνίῳ.
They shouted with a loud voice, saying, "Salvation be to our God, who sits on the throne, and to the Lamb."
11 Καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων, καὶ ἔπεσον ἐνώπιον τοῦ θρόνου αὐτοῦ ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ,
All the angels were standing around the throne, the elders, and the four living creatures; and they fell on their faces before the throne, and worshiped God,
12 λέγοντες, Ἀμήν· ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ Θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn g165)
saying, "Amen. Blessing, glory, wisdom, thanksgiving, honor, power, and might, be to our God forever and ever. Amen." (aiōn g165)
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων, λέγων μοι, Οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσί, καὶ πόθεν ἦλθον;
One of the elders answered, saying to me, "These who are arrayed in white robes, who are they, and from where did they come?"
14 Καὶ εἶπον αὐτῷ, Κύριέ μου, σὺ οἶδας. Καὶ εἶπέ μοι, Οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν, καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου.
So I said to him, "My lord, you know." He said to me, "These are the ones who came out of the great tribulation. They washed their robes, and made them white in the Lamb's blood.
15 Διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ· καὶ ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ᾽ αὐτούς.
Therefore they are before the throne of God, they serve him day and night in his temple. He who sits on the throne will spread his tabernacle over them.
16 Οὐ πεινάσουσιν ἔτι, οὐδὲ διψήσουσιν ἔτι, οὐδ᾽ οὐ μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·
They will hunger no more, neither thirst any more; neither will the sun beat on them, nor any heat;
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγεῖ αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.
for the Lamb who is in the midst of the throne shepherds them, and leads them to springs of waters of life. And God will wipe away every tear from their eyes."

< Αποκαλυψις Ιωαννου 7 >