< Αποκαλυψις Ιωαννου 6 >
1 Καὶ εἶδον ὅτι ἤνοιξε τὸ ἀρνίον μίαν ἐκ τῶν ἑπτὰ σφραγίδων, καὶ ἤκουσα ἑνὸς ἐκ τῶν τεσσάρων ζῴων λέγοντος, ὡς φωνὴ βροντῆς, Ἔρχου καὶ ἴδε.
I watched as the Lamb broke open the first of the seven seals. I heard one of the four living creatures shout with a thunderous voice, “Come!”
2 Καὶ ἰδού, ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων τόξον· καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν, καὶ ἵνα νικήσῃ.
I looked and saw a white horse. Its rider was holding a bow. He was given a crown, and he rode out conquering so that he would be victorious.
3 Καὶ ὅτε ἤνοιξε τὴν δευτέραν σφραγῖδα, ἤκουσα τοῦ δευτέρου ζῴου λέγοντος, Ἔρχου.
When he opened the second seal, I heard the second living creature say, “Come!”
4 Καὶ ἐξῆλθεν ἄλλος ἵππος πυρός· καὶ τῷ καθημένῳ ἐπ᾽ αὐτὸν ἐδόθη αὐτῷ λαβεῖν τὴν εἰρήνην ἐκ τῆς γῆς, ἵνα ἀλλήλους σφάξωσι· καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη.
Another horse came out, a red one. Its rider was given a large sword, and the power to take away peace from the earth so that people would slaughter one other.
5 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τρίτην, ἤκουσα τοῦ τρίτου ζῴου λέγοντος, Ἔρχου καὶ ἴδε. Καὶ ἰδού, ἵππος μέλας, καὶ ὁ καθήμενος ἐπ᾽ αὐτὸν ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ.
When he opened the third seal, I heard the third living creature say, “Come!” I looked and saw a black horse. Its rider was holding a pair of scales in his hand.
6 Καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζῴων λέγουσαν, Χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς.
I heard what seemed to be a voice coming from among the four living creatures that said, “Two pounds of wheat cost a day's wages, and three pounds of barley cost the same. But don't damage the oil or the wine.”
7 Καὶ ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τοῦ τετάρτου ζῴου λέγοντος, Ἔρχου καὶ ἴδε.
When he opened the fourth seal, I heard the fourth living creature say, “Come!”
8 Καὶ ἰδού, ἵππος χλωρός, καὶ ὁ καθήμενος ἐπάνω αὐτοῦ, ὄνομα αὐτῷ ὁ Θάνατος, καὶ ὁ ᾍδης ἠκολούθει αὐτῷ. Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ, καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. (Hadēs )
I looked and saw a pale horse. The rider was called Death, and Hades followed him. They received authority over a quarter of the earth to kill people by the sword, by famine, by plague, and by wild beasts. (Hadēs )
9 Καὶ ὅτε ἤνοιξε τὴν πέμπτην σφραγῖδα, εἶδον ὑποκάτω τοῦ θυσιαστηρίου τὰς ψυχὰς τῶν ἐσφαγμένων διὰ τὸν λόγον τοῦ Θεοῦ, καὶ διὰ τὴν μαρτυρίαν τοῦ ἀρνίου ἣν εἶχον,
When he opened the fifth seal, I saw underneath the altar those who had been killed because of their dedication to the word of God and their faithful witness.
10 καὶ ἔκραξαν φωνῇ μεγάλῃ, λέγοντες, Ἕως πότε, ὁ δεσπότης, ὁ ἅγιος καὶ ἀληθινός, οὐ κρίνεις καὶ ἐκδικεῖς τὸ αἷμα ἡμῶν ἐκ τῶν κατοικούντων ἐπὶ τῆς γῆς;
They cried out, shouting, “How long, Lord who is holy and true, before you will judge and bring to justice those on earth who spilled our blood?”
11 Καὶ ἐδόθη αὐτοῖς ἑκάστῳ στολὴ λευκή, καὶ ἐρρέθη αὐτοῖς ἵνα ἀναπαύσωνται ἔτι χρόνον, ἕως πληρώσωσι καὶ οἱ σύνδουλοι αὐτῶν καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ οἱ μέλλοντες ἀποκτένεσθαι ὡς καὶ αὐτοί.
Each one of them was given a white robe, and they were told to wait for a little longer until their number was complete—their fellow-believers and brothers who would be killed like them.
12 Καὶ εἶδον ὅτε ἤνοιξε τὴν σφραγῖδα τὴν ἕκτην, καὶ σεισμὸς μέγας ἐγένετο, καὶ ὁ ἥλιος μέλας ἐγένετο ὡς σάκκος τρίχινος, καὶ ἡ σελήνη ὅλη ἐγένετο ὡς αἷμα,
When he opened the sixth seal there was a tremendous earthquake. The sun turned black like hair sackcloth and the whole moon turned red like blood.
13 καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔπεσον εἰς τὴν γῆν, ὡς συκῆ βαλοῦσα τοὺς ὀλύνθους αὐτῆς, ὑπὸ ἀνέμου μεγάλου σειομένη.
The stars of heaven fell to earth like unripe figs falling from a fig tree shaken by a windstorm.
14 Καὶ ὁ οὐρανὸς ἀπεχωρίσθη ὡς βιβλίον ἑλισσόμενον, καὶ πᾶν ὄρος καὶ νῆσος ἐκ τῶν τόπων αὐτῶν ἐκινήθησαν.
The sky disappeared like a scroll rolling up, and all the mountains and islands were moved from where they were.
15 Καὶ οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ μεγιστᾶνες, καὶ οἱ χιλίαρχοι, καὶ οἱ πλούσιοι, καὶ οἱ ἰσχυροί, καὶ πᾶς δοῦλος καὶ ἐλεύθερος, ἔκρυψαν ἑαυτοὺς εἰς τὰ σπήλαια καὶ εἰς τὰς πέτρας τῶν ὀρέων,
The kings of the earth, the great leaders, the wealthy, the powerful, and all people, slave or free, hid themselves in caves and among the rocks in the mountains.
16 καὶ λέγουσι τοῖς ὄρεσι καὶ ταῖς πέτραις, Πέσετε ἐφ᾽ ἡμᾶς, καὶ κρύψατε ἡμᾶς ἀπὸ προσώπου τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ ἀπὸ τῆς ὀργῆς τοῦ ἀρνίου·
They called on the mountains and the rocks, telling them, “Fall upon us! Hide us from the face of the one who sits on the throne, and from the judgment of the Lamb.
17 ὅτι ἦλθεν ἡ ἡμέρα ἡ μεγάλη τῆς ὀργῆς αὐτοῦ, καὶ τίς δύναται σταθῆναι;
For the terrible day of their judgment has come, and who can stand against it?”