< Αποκαλυψις Ιωαννου 10 >
1 Καὶ εἶδον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στύλοι πυρός·
Και είδον άλλον άγγελον ισχυρόν καταβαίνοντα εκ του ουρανού, ενδεδυμένον νεφέλην, και ήτο ίρις επί της κεφαλής αυτού, και το πρόσωπον αυτού ως ο ήλιος, και οι πόδες αυτού ως στύλοι πυρός,
2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλίον ἀνεῳγμένον· καὶ ἔθηκε τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
και είχεν εν τη χειρί αυτού βιβλιάριον ανεωγμένον. Και έθεσε τον πόδα αυτού τον δεξιόν επί την θάλασσαν, τον δε αριστερόν επί την γην,
3 καὶ ἔκραξε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται· καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
και έκραξε μετά φωνής μεγάλης καθώς βρυχάται ο λέων. Και ότε έκραξεν, ελάλησαν αι επτά βρονταί τας εαυτών φωνάς.
4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἔμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λέγουσαν, Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.
Και ότε ελάλησαν αι επτά βρονταί τας φωνάς εαυτών, έμελλον να γράφω· και ήκουσα φωνήν εκ του ουρανού λέγουσαν προς εμέ. Σφράγισον εκείνα, τα οποία ελάλησαν αι επτά βρονταί, και μη γράψης ταύτα.
5 Καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
Και ο άγγελος, τον οποίον είδον ιστάμενον επί της θαλάσσης και επί της γης, εσήκωσε την χείρα αυτού εις τον ουρανόν
6 καὶ ὤμοσε τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· (aiōn )
και ώμοσεν εις τον ζώντα εις τους αιώνας των αιώνων, όστις έκτισε τον ουρανόν και τα εν αυτώ, και την γην και τα εν αυτή και την θάλασσαν και τα εν αυτή, ότι καιρός δεν θέλει είσθαι έτι, (aiōn )
7 ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ Θεοῦ, ὡς εὐηγγέλισε τοὺς δούλους αὐτοῦ τοὺς προφήτας.
αλλ' εν ταις ημέραις της φωνής του εβδόμου αγγέλου, όταν μέλλη να σαλπίση, τότε θέλει τελεσθή το μυστήριον του Θεού, καθώς εφανέρωσε προς τους εαυτού δούλους τους προφήτας.
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ λέγουσα, Ὕπαγε, λάβε τὸ βιβλιδάριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
Και η φωνή, την οποίαν ήκουσα εκ του ουρανού, πάλιν ελάλει μετ' εμού και έλεγεν· Ύπαγε, λάβε το βιβλιάριον το ανεωγμένον εν τη χειρί του αγγέλου του ισταμένου επί της θαλάσσης και επί της γης.
9 Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλιδάριον. Καὶ λέγει μοι, Λάβε καὶ κατάφαγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι.
Και υπήγα προς τον άγγελον, λέγων προς αυτόν, Δος μοι το βιβλιάριον. Και λέγει προς εμέ· Λάβε και κατάφαγε αυτό, και θέλει πικράνει την κοιλίαν σου, πλην εν τω στόματί σου θέλει είσθαι γλυκύ ως μέλι.
10 Καὶ ἔλαβον τὸ βιβλίον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι, γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
Και έλαβον το βιβλιάριον εκ της χειρός του αγγέλου και κατέφαγον αυτό· και ήτο εν τω στόματί μου ως μέλι γλυκύ· και ότε έφαγον αυτό επικράνθη η κοιλία μου.
11 Καὶ λέγουσί μοι, Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἐπὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς.
Και μοι λέγει· Πρέπει πάλιν να προφητεύσης περί λαών και εθνών και γλωσσών και βασιλέων πολλών.