< Κατα Ματθαιον 24 >

1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐπορεύετο ἀπὸ τοῦ ἱεροῦ· καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
अनन्तरं यीशु र्यदा मन्दिराद् बहि र्गच्छति, तदानीं शिष्यास्तं मन्दिरनिर्म्माणं दर्शयितुमागताः।
2 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ βλέπετε πάντα ταῦτα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
ततो यीशुस्तानुवाच, यूयं किमेतानि न पश्यथ? युष्मानहं सत्यं वदामि, एतन्निचयनस्य पाषाणैकमप्यन्यपाषाणेापरि न स्थास्यति सर्व्वाणि भूमिसात् कारिष्यन्ते।
3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος; (aiōn g165)
अनन्तरं तस्मिन् जैतुनपर्व्वतोपरि समुपविष्टे शिष्यास्तस्य समीपमागत्य गुप्तं पप्रच्छुः, एता घटनाः कदा भविष्यन्ति? भवत आगमनस्य युगान्तस्य च किं लक्ष्म? तदस्मान् वदतु। (aiōn g165)
4 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
तदानीं यीशुस्तानवोचत्, अवधद्व्वं, कोपि युष्मान् न भ्रमयेत्।
5 Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι ὁ Χριστός· καὶ πολλοὺς πλανήσουσι.
बहवो मम नाम गृह्लन्त आगमिष्यन्ति, ख्रीष्टोऽहमेवेति वाचं वदन्तो बहून् भ्रमयिष्यन्ति।
6 Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶ τὸ τέλος.
यूयञ्च संग्रामस्य रणस्य चाडम्बरं श्रोष्यथ, अवधद्व्वं तेन चञ्चला मा भवत, एतान्यवश्यं घटिष्यन्ते, किन्तु तदा युगान्तो नहि।
7 Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους.
अपरं देशस्य विपक्षो देशो राज्यस्य विपक्षो राज्यं भविष्यति, स्थाने स्थाने च दुर्भिक्षं महामारी भूकम्पश्च भविष्यन्ति,
8 Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
एतानि दुःखोपक्रमाः।
9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
तदानीं लोका दुःखं भोजयितुं युष्मान् परकरेषु समर्पयिष्यन्ति हनिष्यन्ति च, तथा मम नामकारणाद् यूयं सर्व्वदेशीयमनुजानां समीपे घृणार्हा भविष्यथ।
10 Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισήσουσιν ἀλλήλους.
बहुषु विघ्नं प्राप्तवत्सु परस्परम् ऋृतीयां कृतवत्सु च एकोऽपरं परकरेषु समर्पयिष्यति।
11 Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσι πολλούς.
तथा बहवो मृषाभविष्यद्वादिन उपस्थाय बहून् भ्रमयिष्यन्ति।
12 Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν·
दुष्कर्म्मणां बाहुल्याञ्च बहूनां प्रेम शीतलं भविष्यति।
13 ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
किन्तु यः कश्चित् शेषं यावद् धैर्य्यमाश्रयते, सएव परित्रायिष्यते।
14 Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος.
अपरं सर्व्वदेशीयलोकान् प्रतिमाक्षी भवितुं राजस्य शुभसमाचारः सर्व्वजगति प्रचारिष्यते, एतादृशि सति युगान्त उपस्थास्यति।
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ—ὁ ἀναγινώσκων νοείτω—
अतो यत् सर्व्वनाशकृद्घृणार्हं वस्तु दानियेल्भविष्यद्वदिना प्रोक्तं तद् यदा पुण्यस्थाने स्थापितं द्रक्ष्यथ, (यः पठति, स बुध्यतां)
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη·
तदानीं ये यिहूदीयदेशे तिष्ठन्ति, ते पर्व्वतेषु पलायन्तां।
17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ·
यः कश्चिद् गृहपृष्ठे तिष्ठति, स गृहात् किमपि वस्त्वानेतुम् अधेा नावरोहेत्।
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
यश्च क्षेत्रे तिष्ठति, सोपि वस्त्रमानेतुं परावृत्य न यायात्।
19 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
तदानीं गर्भिणीस्तन्यपाययित्रीणां दुर्गति र्भविष्यति।
20 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ.
अतो यष्माकं पलायनं शीतकाले विश्रामवारे वा यन्न भवेत्, तदर्थं प्रार्थयध्वम्।
21 Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾽ οὐ μὴ γένηται.
आ जगदारम्भाद् एतत्कालपर्य्यनन्तं यादृशः कदापि नाभवत् न च भविष्यति तादृशो महाक्लेशस्तदानीम् उपस्थास्यति।
22 Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
तस्य क्लेशस्य समयो यदि ह्स्वो न क्रियेत, तर्हि कस्यापि प्राणिनो रक्षणं भवितुं न शक्नुयात्, किन्तु मनोनीतमनुजानां कृते स कालो ह्स्वीकरिष्यते।
23 Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε ὁ Χριστός, ἢ ὧδε, μὴ πιστεύσητε.
अपरञ्च पश्यत, ख्रीष्टोऽत्र विद्यते, वा तत्र विद्यते, तदानीं यदी कश्चिद् युष्मान इति वाक्यं वदति, तथापि तत् न प्रतीत्।
24 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
यतो भाक्तख्रीष्टा भाक्तभविष्यद्वादिनश्च उपस्थाय यानि महन्ति लक्ष्माणि चित्रकर्म्माणि च प्रकाशयिष्यन्ति, तै र्यदि सम्भवेत् तर्हि मनोनीतमानवा अपि भ्रामिष्यन्ते।
25 Ἰδού, προείρηκα ὑμῖν.
पश्यत, घटनातः पूर्व्वं युष्मान् वार्त्ताम् अवादिषम्।
26 Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε· Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε.
अतः पश्यत, स प्रान्तरे विद्यत इति वाक्ये केनचित् कथितेपि बहि र्मा गच्छत, वा पश्यत, सोन्तःपुरे विद्यते, एतद्वाक्य उक्तेपि मा प्रतीत।
27 Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
यतो यथा विद्युत् पूर्व्वदिशो निर्गत्य पश्चिमदिशं यावत् प्रकाशते, तथा मानुषपुत्रस्याप्यागमनं भविष्यति।
28 Ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
यत्र शवस्तिष्ठति, तत्रेव गृध्रा मिलन्ति।
29 Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
अपरं तस्य क्लेशसमयस्याव्यवहितपरत्र सूर्य्यस्य तेजो लोप्स्यते, चन्द्रमा ज्योस्नां न करिष्यति, नभसो नक्षत्राणि पतिष्यन्ति, गगणीया ग्रहाश्च विचलिष्यन्ति।
30 Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
तदानीम् आकाशमध्ये मनुजसुतस्य लक्ष्म दर्शिष्यते, ततो निजपराक्रमेण महातेजसा च मेघारूढं मनुजसुतं नभसागच्छन्तं विलोक्य पृथिव्याः सर्व्ववंशीया विलपिष्यन्ति।
31 Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
तदानीं स महाशब्दायमानतूर्य्या वादकान् निजदूतान् प्रहेष्यति, ते व्योम्न एकसीमातोऽपरसीमां यावत् चतुर्दिशस्तस्य मनोनीतजनान् आनीय मेलयिष्यन्ति।
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
उडुम्बरपादपस्य दृष्टान्तं शिक्षध्वं; यदा तस्य नवीनाः शाखा जायन्ते, पल्लवादिश्च निर्गच्छति, तदा निदाघकालः सविधो भवतीति यूयं जानीथ;
33 οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
तद्वद् एता घटना दृष्ट्वा स समयो द्वार उपास्थाद् इति जानीत।
34 Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται.
युष्मानहं तथ्यं वदामि, इदानीन्तनजनानां गमनात् पूर्व्वमेव तानि सर्व्वाणि घटिष्यन्ते।
35 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.
नभोमेदिन्यो र्लुप्तयोरपि मम वाक् कदापि न लोप्स्यते।
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ πατήρ μου μόνος.
अपरं मम तातं विना मानुषः स्वर्गस्थो दूतो वा कोपि तद्दिनं तद्दण्डञ्च न ज्ञापयति।
37 Ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
अपरं नोहे विद्यमाने यादृशमभवत् तादृशं मनुजसुतस्यागमनकालेपि भविष्यति।
38 Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτόν,
फलतो जलाप्लावनात् पूर्व्वं यद्दिनं यावत् नोहः पोतं नारोहत्, तावत्कालं यथा मनुष्या भोजने पाने विवहने विवाहने च प्रवृत्ता आसन्;
39 καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
अपरम् आप्लावितोयमागत्य यावत् सकलमनुजान् प्लावयित्वा नानयत्, तावत् ते यथा न विदामासुः, तथा मनुजसुतागमनेपि भविष्यति।
40 Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ· ὁ εἷς παραλαμβάνεται, καὶ ὁ εἷς ἀφίεται.
तदा क्षेत्रस्थितयोर्द्वयोरेको धारिष्यते, अपरस्त्याजिष्यते।
41 Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι· μία παραλαμβάνεται, καὶ μία ἀφίεται.
तथा पेषण्या पिंषत्योरुभयो र्योषितोरेका धारिष्यतेऽपरा त्याजिष्यते।
42 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται.
युष्माकं प्रभुः कस्मिन् दण्ड आगमिष्यति, तद् युष्माभि र्नावगम्यते, तस्मात् जाग्रतः सन्तस्तिष्ठत।
43 Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
कुत्र यामे स्तेन आगमिष्यतीति चेद् गृहस्थो ज्ञातुम् अशक्ष्यत्, तर्हि जागरित्वा तं सन्धिं कर्त्तितुम् अवारयिष्यत् तद् जानीत।
44 Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
युष्माभिरवधीयतां, यतो युष्माभि र्यत्र न बुध्यते, तत्रैव दण्डे मनुजसुत आयास्यति।
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
प्रभु र्निजपरिवारान् यथाकालं भोजयितुं यं दासम् अध्यक्षीकृत्य स्थापयति, तादृशो विश्वास्यो धीमान् दासः कः?
46 Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
प्रभुरागत्य यं दासं तथाचरन्तं वीक्षते, सएव धन्यः।
47 Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
युष्मानहं सत्यं वदामि, स तं निजसर्व्वस्वस्याधिपं करिष्यति।
48 Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἐλθεῖν,
किन्तु प्रभुरागन्तुं विलम्बत इति मनसि चिन्तयित्वा यो दुष्टो दासो
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους, ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων,
ऽपरदासान् प्रहर्त्तुं मत्तानां सङ्गे भोक्तुं पातुञ्च प्रवर्त्तते,
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
स दासो यदा नापेक्षते, यञ्च दण्डं न जानाति, तत्कालएव तत्प्रभुरुपस्थास्यति।
51 καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
तदा तं दण्डयित्वा यत्र स्थाने रोदनं दन्तघर्षणञ्चासाते, तत्र कपटिभिः साकं तद्दशां निरूपयिष्यति।

< Κατα Ματθαιον 24 >

The World is Destroyed by Water
The World is Destroyed by Water