< Κατα Μαρκον 4 >

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν.
Un Viņš atkal iesāka mācīt pie jūras, un daudz ļaužu pie Viņa sapulcējās, tā ka Viņš laivā kāpis nosēdās uz jūras un visi ļaudis stāvēja jūrmalā.
2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
Un Viņš tiem daudz mācīja caur līdzībām un Savā mācībā uz tiem sacīja:
3 Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
“Klausiet: redzi, sējējs izgāja sēt.
4 Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
Un notikās, sējot cits krita ceļmalā, un tie putni apakš debess nāca un to apēda.
5 Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
Un cits krita uz akmenāju, kur tam nebija daudz zemes, un uzdīga tūdaļ, tāpēc ka tam nebija dziļas zemes.
6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
Bet kad saule bija uzlēkusi, tad tas savīta un nokalta, tāpēc ka nebija saknes.
7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε.
Un cits krita starp ērkšķiem, un tie ērkšķi uzauga un to nomāca, un tas nenesa augļus.
8 Καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
Un cits krita uz labu zemi un nesa augļus, kas augtin auga, un cits nesa trīsdesmitkārtīgi, cits sešdesmit kārtīgi un cits simtkārtīgi.”
9 Καὶ ἔλεγεν, Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Un Viņš uz tiem sacīja: “Kam ausis ir dzirdēt, tas lai dzird.”
10 Ὅτε δὲ ἐγένετο καταμόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὴν παραβολήν.
Un kad Viņš viens pats bija, tad tie, kas līdz ar tiem divpadsmit pie Viņa bija, Viņu vaicāja šās līdzības dēļ
11 Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται·
Un Viņš uz tiem sacīja: “Jums ir dots, zināt Dieva valstības noslēpumu; bet tiem, kas ārā, viss tas notiek caur līdzībām,
12 ἵνα βλέποντες βλέπωσι, καὶ μὴ ἴδωσι· καὶ ἀκούοντες ἀκούωσι, καὶ μὴ συνιῶσι· μήποτε ἐπιστρέψωσι, καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.
Ka tie redzot redz un nenomana, un dzirdot dzird un nesaprot; ka tie neatgriežas, un grēki tiem netop piedoti.”
13 Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
Un Viņš uz tiem sacīja: “Vai jūs šo līdzību nesaprotat? Kā tad jūs sapratīsiet visas tās citas līdzības?
14 Ὁ σπείρων τὸν λόγον σπείρει.
Tas sējējs sēj to vārdu.
15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν.
Bet šie ir tie, kas ceļmalā, kur tas vārds top sēts, un kad tie to ir dzirdējuši, tad tūdaļ sātans nāk un to vārdu noņem, kas viņu sirdīs ir sēts.
16 Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσι τὸν λόγον, εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
Un tāpat tie, kas uz to akmenāju sēti, ir tie, kas to vārdu dzirdējuši, tūdaļ to uzņem ar prieku.
17 καὶ οὐκ ἔχουσι ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται.
Bet tiem nav saknes iekš sevis, bet tik kādu laiku tie ir ticīgi. Kad bēdas un vajāšana uziet tā vārda dēļ, tad viņi tūdaļ ņem apgrēcību.
18 Καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οἱ τὸν λόγον ἀκούοντες,
Un kas starp ērkšķiem sēti, ir tie, kas to vārdu dzird,
19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσι τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (aiōn g165)
Un šīs pasaules rūpes un bagātības viltība un citas kārības iemetās un noslāpē to vārdu un tas paliek neauglīgs. (aiōn g165)
20 Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσι τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
Un kas uz to labo zemi sēti, ir tie, kas to vārdu dzird un pieņem un augļus nes, cits trīsdesmitkārtīgi, cits sešdesmitkārtīgi, cits simtkārtīgi.”
21 Καὶ ἔλεγεν αὐτοῖς, Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ;
Un Viņš uz tiem sacīja: “Vai svece top iededzināta, lai to liek apakš pūra, vai apakš galda? Vai ne tāpēc, lai to liek uz lukturi?
22 Οὐ γάρ ἐστί τι κρυπτόν, ὃ ἐὰν μὴ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα εἰς φανερὸν ἔλθῃ.
Jo nekas nav apslēpts, kas nebūtu nācis gaismā; un nekas nenotiek slepeni, kas netaptu zināms.
23 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.
Jo kam ausis ir dzirdēt, tas lai dzird.”
24 Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν.
Un Viņš uz tiem sacīja: “Pieraugāt, ko jūs dzirdat. Ar kādu mēru jūs mērojat, mēros jums, un pieliks jums vēl klāt.
25 Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Jo kam ir, tam taps dots; un kam nav, no tā arī taps atņemts, kas tam ir.”
26 Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
Un Viņš sacīja: “Dieva valstība ir tāpat, kā kāds cilvēks sēklu met zemē.
27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
Un guļ un ceļas, nakti un dienu; un tā sēkla uzdīgst un uzaug, tā ka viņš pats to nenomana.
28 Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ.
Jo zeme pati no sevis nes augļus, papriekš stiebru, tad vārpu, tad pilnus kviešus iekš vārpas.
29 Ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
Un kad tie augļi ienākušies, tad viņš tūdaļ cirpi sūta, jo tas pļaujamais laiks ir klātu.”
30 Καὶ ἔλεγε, Τίνι ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; Ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν;
Un Viņš sacīja: “Kam mēs Dieva valstību līdzināsim? Jeb caur kādu līdzību mēs to nozīmēsim?
31 Ὡς κόκκον σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς·
Itin kā sinepju graudiņš, kas zemē sēts, mazākais no visām sēklām virs zemes.
32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.
Un kad tas ir sēts, tad tas augtin aug un top lielāks pār visiem stādiem un dabū lielus zarus, tā ka putni apakš debess viņa pavēnī var ligzdas taisīt.”
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν·
Un caur daudz tādām līdzībām Viņš uz tiem to vārdu runāja, tā ka tie to varēja saprast.
34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα.
Un bez līdzībām Viņš uz tiem neko nerunāja; bet Saviem mācekļiem Viņš visu īpaši izstāstīja.
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν.
Un Viņš uz tiem sacīja tanī dienā, kad vakars metās: “Pārcelsimies uz viņu malu.”
36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾽ αὐτοῦ.
Un tos ļaudis atstājuši, tie Viņu ņēma līdz, tā kā Viņš laivā bija, un tur vēl citas laivas bija pie Viņa.
37 Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι.
Un liela vētra cēlās, un viļņi gāzās laivā, tā ka tā laiva jau pildījās.
38 Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
Un Viņš laivas galā uz spilvena gulēja; un tie Viņu modina un saka uz Viņu: “Mācītāj, vai Tu nebēdā, ka ejam bojā?”
39 Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
Un uzmodies Viņš apdraudēja vēju un sacīja uz jūru: “Klusu, mierā!” Un vējš nostājās, un jūra palika it klusu.
40 Καὶ εἶπεν αὐτοῖς, Τί δειλοί ἐστε οὕτω; Πῶς οὐκ ἔχετε πίστιν;
Un Viņš uz tiem sacīja: “Kam jūs esat tik bailīgi? Kā jums nav ticības?”
41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;
Un tie ļoti izbijās un sacīja savā starpā: “Kas Tas tāds? Jo vējš un jūra Viņam paklausa.”

< Κατα Μαρκον 4 >