< Κατα Λουκαν 20 >

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις,
Και εν μιά των ημερών εκείνων, ενώ αυτός εδίδασκε τον λαόν εν τω ιερώ, και ευηγγελίζετο, ήλθον εξαίφνης οι αρχιερείς και οι γραμματείς μετά των πρεσβυτέρων
2 καὶ εἶπον πρὸς αὐτόν, λέγοντες, Εἰπὲ ἡμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
και είπον προς αυτόν, λέγοντες· Ειπέ προς ημάς εν ποία εξουσία πράττεις ταύτα, ή τις είναι όστις σοι έδωκε την εξουσίαν ταύτην;
3 Ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς, Ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
Αποκριθείς δε είπε προς αυτούς· Θέλω σας ερωτήσει και εγώ ένα λόγον, και είπατέ μοι·
4 Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων;
το βάπτισμα του Ιωάννου εξ ουρανού ήτο ή εξ ανθρώπων;
5 Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτούς, λέγοντες ὅτι Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;
Οι δε εσυλλογίσθησαν καθ' εαυτούς λέγοντες, ότι Εάν είπωμεν, Εξ ουρανού, θέλει ειπεί, Διά τι λοιπόν δεν επιστεύσατε εις αυτόν;
6 Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
Εάν δε είπωμεν, Εξ ανθρώπων, πας ο λαός θέλει μας λιθοβολήσει· επειδή είναι πεπεισμένοι ότι ο Ιωάννης είναι προφήτης.
7 Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
Και απεκρίθησαν ότι δεν εξεύρουσι πόθεν ήτο.
8 Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Και ο Ιησούς είπε προς αυτούς· Ουδέ εγώ σας λέγω εν ποία εξουσία πράττω ταύτα.
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησε χρόνους ἱκανούς·
Ήρχισε δε να λέγη προς τον λαόν την παραβολήν ταύτην· Άνθρωπος τις εφύτευσεν αμπελώνα, και εμίσθωσεν αυτόν εις γεωργούς, και απεδήμησε πολύν καιρόν.
10 καὶ ἐν καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
Και εν τω καιρώ των καρπών απέστειλε προς τους γεωργούς δούλον διά να δώσωσιν εις αυτόν από του καρπού του αμπελώνος· οι γεωργοί όμως δείραντες αυτόν εξαπέστειλαν κενόν·
11 Καὶ προσέθετο πέμψαι ἕτερον δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
Και πάλιν έπεμψεν άλλον δούλον. Πλην αυτοί δείραντες και εκείνον και ατιμάσαντες εξαπέστειλαν κενόν.
12 Καὶ προσέθετο πέμψαι τρίτον· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
Και πάλιν έπεμψε τρίτον. Αλλ' εκείνοι και τούτον πληγώσαντες απεδίωξαν.
13 Εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
Είπε δε ο κύριος του αμπελώνος· Τι να κάμω; ας πέμψω τον υιόν μου τον αγαπητόν· ίσως ιδόντες τούτον θέλουσιν εντραπεί.
14 Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτούς, λέγοντες, Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
Πλην ιδόντες αυτόν οι γεωργοί, διελογίζοντο καθ' εαυτούς λέγοντες· Ούτος είναι ο κληρονόμος· έλθετε ας φονεύσωμεν αυτόν, διά να γείνη ημών η κληρονομία.
15 Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
Και εκβαλόντες αυτόν έξω του αμπελώνος, εφόνευσαν· Τι λοιπόν θέλει κάμει εις αυτούς ο κύριος του αμπελώνος;
16 Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γένοιτο.
Θέλει ελθεί και απολέσει τους γεωργούς τούτους, και θέλει δώσει τον αμπελώνα εις άλλους. Ακούσαντες δε είπον· Μη γένοιτο.
17 Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε, Τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
Ο δε εμβλέψας εις αυτούς είπε· Τι λοιπόν είναι τούτο το γεγραμμένον, Ο λίθος, τον οποίον απεδοκίμασαν οι οικοδομούντες, ούτος έγεινε κεφαλή γωνίας;
18 Πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
Πας όστις πέση επί τον λίθον εκείνον θέλει συντριφθή· εις όντινα δε επιπέση, θέλει κατασυντρίψει αυτόν.
19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην εἶπε.
Και εζήτησαν οι αρχιερείς και οι γραμματείς να βάλωσιν επ' αυτόν τας χείρας εν αυτή τη ώρα, πλην εφοβήθησαν τον λαόν· διότι ηνόησαν ότι προς αυτούς είπε την παραβολήν ταύτην.
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
Και παραφυλάξαντες απέστειλαν ενεδρευτάς, υποκρινομένους ότι είναι δίκαιοι, επί σκοπώ να πιάσωσιν αυτόν από λόγου, διά να παραδώσωσιν αυτόν εις την αρχήν και εις την εξουσίαν του ηγεμόνος.
21 Καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις· καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις.
Και ηρώτησαν αυτόν λέγοντες· Διδάσκαλε, εξεύρομεν ότι ορθώς ομιλείς και διδάσκεις και δεν βλέπεις εις πρόσωπον, αλλ' επ' αληθείας την οδόν του Θεού διδάσκεις·
22 Ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ;
είναι συγκεχωρημένον εις ημάς να δώσωμεν φόρον εις τον Καίσαρα ή ουχί;
23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς, Τί με πειράζετε;
Εννοήσας δε την πανουργίαν αυτών, είπε προς αυτούς· Τι με πειράζετε;
24 Ἐπιδείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον, Καίσαρος.
δείξατέ μοι δηνάριον· τίνος εικόνα έχει και επιγραφήν; Και αποκριθέντες είπον· Του Καίσαρος.
25 Ὁ δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
Ο δε είπε προς αυτούς· Απόδοτε λοιπόν τα του Καίσαρος εις τον Καίσαρα και τα του Θεού εις τον Θεόν.
26 Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ· καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.
Και δεν ηδυνήθησαν να πιάσωσιν αυτόν από λόγου έμπροσθεν του λαού, και θαυμάσαντες διά την απόκρισιν αυτού εσιώπησαν.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν,
Προσελθόντες δε τινές των Σαδδουκαίων, οίτινες αρνούνται ότι είναι ανάστασις, ηρώτησαν αυτόν,
28 λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
λέγοντες· Διδάσκαλε, ο Μωϋσής μας έγραψεν· Εάν τινός ο αδελφός αποθάνη έχων γυναίκα, και ούτος αποθάνη άτεκνος, να λάβη ο αδελφός αυτού την γυναίκα και να εξαναστήση σπέρμα εις τον αδελφόν αυτού.
29 Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος·
Ήσαν λοιπόν επτά αδελφοί· και ο πρώτος λαβών γυναίκα, απέθανεν άτεκνος·
30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος.
και έλαβεν ο δεύτερος την γυναίκα, και ούτος απέθανεν άτεκνος·
31 Καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον.
και ο τρίτος έλαβεν αυτήν· ωσαύτως δε και οι επτά· και δεν αφήκαν τέκνα, και απέθανον.
32 Ὕστερον δὲ πάντων ἀπέθανε καὶ ἡ γυνή.
Ύστερον δε πάντων απέθανε και η γυνή.
33 Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
Εν τη αναστάσει λοιπόν τίνος αυτών γίνεται γυνή; διότι και οι επτά έλαβον αυτήν γυναίκα.
34 Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίσκονται· (aiōn g165)
Και ο Ιησούς αποκριθείς είπε προς αυτούς· οι υιοί του αιώνος τούτου νυμφεύουσι και νυμφεύονται· (aiōn g165)
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται· (aiōn g165)
οι δε καταξιωθέντες να απολαύσωσιν εκείνον τον αιώνα και την εκ νεκρών ανάστασιν ούτε νυμφεύουσιν ούτε νυμφεύονται· (aiōn g165)
36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
διότι ούτε να αποθάνωσι πλέον δύνανται· επειδή είναι ισάγγελοι και είναι υιοί του Θεού, όντες υιοί της αναστάσεως.
37 Ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει, Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
Ότι δε εγείρονται οι νεκροί, και ο Μωϋσής εφανέρωσεν επί της βάτου, ότε λέγει Κύριον τον Θεόν του Αβραάμ και τον Θεόν του Ισαάκ και τον Θεόν του Ιακώβ.
38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
Ο δε Θεός δεν είναι νεκρών, αλλά ζώντων· διότι πάντες ζώσι εν αυτώ.
39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον, Διδάσκαλε, καλῶς εἶπας.
Αποκριθέντες δε τινές των γραμματέων είπον· Διδάσκαλε, καλώς είπας.
40 Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.
Και δεν ετόλμων πλέον να ερωτώσιν αυτόν ουδέν.
41 Εἶπε δὲ πρὸς αὐτούς, Πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυὶδ εἶναι;
Είπε δε προς αυτούς· Πως λέγουσι τον Χριστόν ότι είναι υιός του Δαβίδ;
42 Καὶ αὐτὸς Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου,
Και αυτός ο Δαβίδ λέγει εν τη βίβλω των ψαλμών· Είπεν ο Κύριος προς τον Κύριόν μου, κάθου εκ δεξιών μου,
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
εωσού θέσω τους εχθρούς σου υποπόδιον των ποδών σου.
44 Δαυὶδ οὖν Κύριον αὐτὸν καλεῖ, καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
Ο Δαβίδ λοιπόν ονομάζει αυτόν Κύριον· και πως είναι υιός αυτού;
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ, εἶπε τοῖς μαθηταῖς αὐτοῦ,
Και ενώ ήκουε πας ο λαός, είπε προς τους μαθητάς αυτού·
46 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
Προσέχετε από των γραμματέων, οίτινες θέλουσι να περιπατώσιν εστολισμένοι και αγαπώσιν ασπασμούς εν ταις αγοραίς και πρωτοκαθεδρίας εν ταις συναγωγαίς και τους πρώτους τόπους εν τοις δείπνοις,
47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσεύχονται. Οὗτοι λήψονται περισσότερον κρίμα.
οίτινες κατατρώγουσι τας οικίας των χηρών, και τούτο επί προφάσει ότι κάμνουσι μακράς προσευχάς· ούτοι θέλουσι λάβει μεγαλητέραν καταδίκην.

< Κατα Λουκαν 20 >