< Προς Γαλατας 1 >
1 Παῦλος ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ, καὶ Θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
Paul, an apostle—not from men nor through a man, but through Jesus Christ and God the Father, who raised Him from the dead—
2 καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
and all the brothers with me, to the congregations in Galatia:
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρός, καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
Grace to you and peace from God the Father and our Lord Jesus Christ,
4 τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν· (aiōn )
who gave Himself for our sins, so that He might deliver us out of this present malignant age, according to the will of our God and Father, (aiōn )
5 ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn )
to whom be the glory forever and ever. Amen. (aiōn )
6 Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον·
I am sadly surprised that you are turning away so quickly from the one who called you by the grace of Christ, to a different gospel
7 ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
—it is not a mere variation, but certain people are unsettling you and wanting to distort the Gospel of the Christ.
8 Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
Now even if we, or an angel out of heaven, should preach any other gospel to you than what we have preached to you, let him be accursed!
9 Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
As we have just said, I here emphatically repeat: If anyone preaches any other gospel to you than what you have received, let him be accursed!
10 Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ γὰρ ἔτι ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
Am I just now appealing to men, or to God? Or am I trying to please men? You see, if I were still pleasing men I would not be a slave of Christ.
11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον.
Now I want you to know, brothers, that the Gospel preached by me is not according to man;
12 Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
because I did not receive it from any man, nor was I taught it; rather it came through a revelation from Christ.
13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν·
You have heard of my former conduct while in Judaism, how I was rabid in my persecution of God's Church and tried to annihilate it;
14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
indeed I was advancing in Judaism beyond many Jews of my own age, being far more zealous for the traditions of my forefathers.
15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ,
But when God—who set me apart from my mother's womb and called me through His grace—resolved
16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοὶ ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι·
to reveal His Son in me so that I might proclaim Him among the nations/Gentiles, I did not start by consulting with flesh and blood,
17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
nor did I go up to Jerusalem to those who were apostles before I was; rather I went off into Arabia, and then returned to Damascus.
18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε.
Subsequently, after three years, I went up to Jerusalem to compare notes with Peter, and stayed with him fifteen days.
19 Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
(I saw none of the other apostles except James, the Lord's brother.
20 Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ Θεοῦ ὅτι οὐ ψεύδομαι.
Really, before God, I am not lying in what I write to you.)
21 Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας.
Then I went into the regions of Syria and Cilicia.
22 Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Χριστῷ·
So I remained unknown by face to the congregations of Judea (those in Christ)
23 μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει.
—they just kept hearing that “He who once persecuted us now proclaims the faith he formerly tried to destroy.”
24 Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν Θεόν.
And they glorified God about me.