< Προς Εφεσιους 2 >

1 Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις,
He[F] raised you up as well, when you were dead in your transgressions and sins,
2 ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· (aiōn g165)
in which you once walked, according to the Aeon of this world, the ruler of the domain of the air, the spirit who is now at work in the sons of the disobedience; (aiōn g165)
3 ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί·
among whom all of us also used to conduct ourselves in the lusts of our flesh, carrying out the desires of the flesh and of the senses, and were by nature children of wrath, just like the rest.
4 ὁ δὲ Θεός, πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς,
But God—being rich in mercy, because of His great love with which He loved us,
5 καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζῳοποίησε τῷ Χριστῷ—χάριτί ἐστε σεσῳσμένοι—
even when we were dead in our transgressions—made us alive together with Christ (by grace you have been saved)
6 καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ·
and raised us up together and seated us together in the heavenly realms in Christ Jesus,
7 ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ· (aiōn g165)
in order that in the coming ages He might display the surpassing riches of His grace, through His kindness toward us in Christ Jesus. (aiōn g165)
8 τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ τῆς πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν· Θεοῦ τὸ δῶρον·
For by grace you have been saved, through the Faith—and this not of yourselves, it is the gift of God—
9 οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται.
not by works, so that no one may boast.
10 Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεός, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.
You see, we are His ‘poem’, created in Christ Jesus for good works, which God prepared in advance in order that we should walk in them.
11 Διὸ μνημονεύετε ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
So then, remember that once you physical Gentiles—called ‘uncircumcision’ by the so-called ‘circumcision’ (that made in flesh with hands)—
12 ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραήλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
that at that time you were apart from Christ, excluded from citizenship in Israel and strangers to the covenants of the promise, having no hope and without God in the world.
13 Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
But now in Christ Jesus you who once were far away have come to be near through the blood of the Christ.
14 Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας,
For He Himself is our peace, who has made both one and broken down the barrier of separation—the law with its commandments and ordinances—
15 τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι, καταργήσας· ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,
having abolished the enmity through His ‘flesh’, so as to mold the two [Jew and Gentile] into one new man in Himself (thus making peace),
16 καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ·
and to reconcile them both in one body to God through the cross (by which He killed the enmity).
17 καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ τοῖς ἐγγύς·
He came and proclaimed peace to us, being both far and near,
18 ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα.
because through Him we both have access to the Father, by one Spirit.
19 Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ,
So then, you are no longer strangers and aliens, but fellow citizens with the saints and members of God's household,
20 ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ,
built upon the foundation of the apostles and prophets, Jesus Christ Himself being the chief cornerstone;
21 ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,
in whom the whole building, being joined together, grows into a holy temple in the Lord;
22 ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι.
in whom you also are being built together to become a habitation of God in spirit.

< Προς Εφεσιους 2 >