< Πραξεις 8 >
1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων.
Savao je pristao da se Stjepan smakne. U onaj dan navali velik progon na Crkvu u Jeruzalemu. Svi se osim apostola raspršiše po krajevima judejskim i samarijskim.
2 Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποιήσαντο κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ.
Bogobojazni su ljudi pokopali Stjepana i održali veliko žalovanje za njim.
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.
Savao je pak pustošio Crkvu: ulazio je u kuće, odvlačio muževe i žene i predavao ih u tamnicu.
4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον.
Oni dakle što su se raspršili obilazili su navješćujući Riječ.
5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας, ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.
Filip tako siđe u grad samarijski i stade im propovijedati Krista.
6 Προσεῖχόν τε οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδόν, ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
Mnoštvo je jednodušno prihvaćalo što je Filip govorio slušajući ga i gledajući znamenja koja je činio.
7 Πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα, βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο· πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν.
Doista, iz mnogih su opsjednutih izlazili nečisti duhovi vičući iza glasa, a ozdravljali su i mnogi uzeti i hromi.
8 Καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ.
Nasta tako velika radost u onome gradu.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν·
Čovjek se neki, imenom Šimun, u gradu već duže bavio čarobnjaštvom i opčaravao narod tvrdeći da je neki veliki.
10 ᾧ προσεῖχον ἀπὸ μικροῦ ἕως μεγάλου, λέγοντες, Οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
Priklanjalo mu se sve, malo i veliko, te govorilo: “Ovaj je Snaga Božja, zvana Velika.”
11 Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.
A priklanjahu mu se jer ih je duže vremena opčaravao svojim vradžbinama.
12 Ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
Ali kad povjerovaše Filipu koji navješćivaše evanđelje o kraljevstvu Božjemu i o imenu Isusa Krista, krštavahu se - muževi i žene.
13 Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ· θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα, ἐξίστατο.
Povjerova i Šimun te se krsti i osta uz Filipa: bio je zanesen promatrajući znamenja i čudesa koja su se događala.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην·
Kad su apostoli u Jeruzalemu čuli da je Samarija prigrlila riječ Božju, poslaše k njima Petra i Ivana.
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως λάβωσι Πνεῦμα Ἅγιον·
Oni siđoše i pomoliše se za njih da bi primili Duha Svetoga.
16 οὔπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Χριστοῦ Ἰησοῦ.
Jer još ni na koga od njih ne bijaše sišao; bijahu samo kršteni u ime Gospodina Isusa.
17 Τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
Tada polagahu ruke na njih i oni primahu Duha Svetoga.
18 Θεασάμενος δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσήνεγκεν αὐτοῖς χρήματα,
Kad Šimun vidje da se polaganjem ruku apostolskih daje Duh, ponudi apostolima novaca
19 λέγων, Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα Ἅγιον.
govoreći: “Dajte i meni tu moć da svatko na koga položim ruke primi Duha Svetoga.”
20 Πέτρος δὲ εἶπε πρὸς αὐτόν, Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι.
Petar mu odvrati: “Novac tvoj zajedno s tobom propao kad si mislio dar Božji novcima steći!
21 Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ. Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ.
Nema tebi ovdje dijela ni udjela jer tvoje srce nije pravo pred Bogom!
22 Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.
Obrati se od te opakosti svoje i moli Gospodina ne bi li ti se kako oprostila namisao srca tvoga.
23 Εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.
Ta gledam te: žučju si gorak i nepravdom okovan.”
24 Ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε, Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.
Šimun odgovori: “Molite i vi za me Gospodina da me ne snađe ništa od toga što rekoste!”
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου, ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο.
Oni pak pošto posvjedočiše i dorekoše riječ Gospodnju, vratiše se u Jeruzalem navješćujući evanđelje mnogim selima samarijskim.
26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος.
Anđeo se Gospodnji obrati Filipu: “Ustani i pođi na jug putom što iz Jeruzalema silazi u Gazu; on je pust.”
27 Καὶ ἀναστὰς ἐπορεύθη· καὶ ἰδού, ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλήμ,
On usta i pođe. Odjednom eto nekog Etiopljanina, dvoranina, visokog dostojanstvenika kandake, kraljice etiopske koji bijaše nad svom njezinom riznicom.
28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἠσαΐαν.
Vraćao se iz Jeruzalema, kamo je bio pošao pokloniti se; sjeđaše na svojim kolima i čitaše proroka Izaiju.
29 Εἶπε δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ, Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.
Duh reče Filipu: “Pođi i pridruži se tim kolima!”
30 Προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην Ἠσαΐαν, καὶ εἶπεν, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;
Filip pritrča i ču gdje onaj čita Izaiju proroka pa će mu: “Razumiješ li što čitaš?”
31 Ὁ δὲ εἶπε, Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
On odvrati: “Kako bih mogao ako me tko ne uputi?” Onda zamoli Filipa da se uspne i sjedne uza nj.
32 Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
A čitao je ovaj odlomak Pisma: Ko ovcu na klanje odvedoše ga, ko janje nijemo pred onim što ga striže on ne otvara svojih usta.
33 Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
U poniženju sud mu je uskraćen. Naraštaj njegov tko da opiše? Da, uklonjen je sa zemlje život njegov.
34 Ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε, Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; Περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός;
Dvoranin se obrati Filipu pa će mu: “Molim te, o kome to prorok govori? O sebi ili o kome drugom?
35 Ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ, καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης, εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.
Filip prozbori te mu, pošavši od toga Pisma, navijesti evanđelje: Isusa.
36 Ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ· καί φησιν ὁ εὐνοῦχος, Ἰδού, ὕδωρ· τί κωλύει με βαπτισθῆναι;
Putujući tako, stigoše do neke vode pa će dvoranin: “Evo vode! Što priječi da se krstim?”
38 Καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα· καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος· καὶ ἐβάπτισεν αὐτόν.
Zapovjedi da kola stanu pa obojica, Filip i dvoranin, siđoše u vodu te ga Filip krsti.
39 Ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον· καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.
A kad iziđoše iz vode, Duh Gospodnji ugrabi Filipa te ga dvoranin više ne vidje. On radosno nastavi svojim putom,
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον· καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας, ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.
a Filip se nađe u Azotu. I kako je prolazio, navješćivaše evanđelje svim gradovima dok ne stiže u Cezareju.