< Πραξεις 25 >
1 Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ, μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας.
Hanu, Fesitasi avengili mu chikiliti, mi hakuhita mazuva otatwe, ava yendi ku kazwa kwa caesariya mbwita kwa Jerusalema.
2 Ἐνεφάνισαν δὲ αὐτῷ ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,
Mu prisita mukulwana ni machaziva va majuda vava leti inyazo zavo kuamana ni Paulusi kwa Fesitasi, mi vava wambi chokukoza kwa Fesitasi.
3 αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἱερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
Mi vava kumbili Fesitasi chisemo kuamana ni Paulusi, kuti awole kumusumpila kwa Jerusalema njokuti va mwihaye mukati kenzila.
4 Ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη, τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι.
Kono Fesitasi avetavi kuti Paulusi avali musuminwe mwa kaeseria, mi kuti iye mwine chava kwina hafuhi ni kuvola kwateni.
5 Οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησί, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.
“Cwalehe, avo va wola,' cha wamba,' vaswanela kuyenda kwateni oko naswe. Haiva kwina chi fosahele ni mukwame, muswanela kumunyasa.”
6 Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.
Ha mana kwikala mazuva amana iyanza ni minwe yone kapa mazuva e kumi, chayenda kwa kaisera. Mi kwi zuva lyi chilila, chekala mu chipula che nkatulo ni kulaela Paulusi aletwe kwali.
7 Παραγενομένου δὲ αὐτοῦ, περιέστησαν οἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
Heza kusika, ma Juda vakwa Jerusalema vava kuzimene hembali, mi vavaleti inyazo mikando mingi isena ivava kuwola ku paka.
8 ἀπολογουμένου αὐτοῦ ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων, οὔτε εἰς τὸ ἱερόν, οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
Paulusi chalizimanina iye mwine niku wamba,'”kakwina chinapanga chifosahele kuamana ni mulao wa ma Juda, kapa kuamana ni tempele, kapa kuamana ni caesar.”
9 Ὁ Φῆστος δὲ τοῖς Ἰουδαίοις θέλων χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε, Θέλεις εἰς Ἱεροσόλυμα ἀναβάς, ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ᾽ ἐμοῦ;
Kono Fesitasi avakusaka ku wana chisemo ku majuda, mi he chetava Paulusi niku wamba,'”Usaka kuyenda kwa Jerusalema mi nikuka atulwa kwangu kuamana nezi zintu kuna?”
10 Εἶπε δὲ ὁ Παῦλος, Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι· Ἰουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
Paulusi chawamba, “ni zimana havusu bwe chipula che nkatulo ya caesar hani swanela kuka atulelwa. Kena niva fosekezi mujuda, sina mo wizivile hande nenwe.
11 Εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι. Καίσαρα ἐπικαλοῦμαι.
Kono haiva niva fosi, mi niva pangi chiswanela ifu, kani kani kufwa, Kono haiva kuhambiliza kwavo kahena, kakwina yata ni tambike kuvali. Nisumpa caesar.”
12 Τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη, Καίσαρα ἐπικέκλησαι; Ἐπὶ Καίσαρα πορεύσῃ.
Fesitasi hamana kuwamba ni venkuta, che tava, “wa sumpa caesar,' moyende kwa caesar.”
13 Ἡμερῶν δὲ διαγενομένων τινῶν, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν, ἀσπασάμενοι τὸν Φῆστον.
Hanu hakuhita mazuva, Murena Agrripa ni Bernice chiveza kusika kwa caesarea kwiza kumupotela Fesitasi chokusepahala.
14 Ὡς δὲ πλείους ἡμέρας διέτριβεν ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον, λέγων, Ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
Hachamana kwikala uko chamazuva mangi, Fesitasi cheza kuzala indava ya Paulusi ku Murena; cha wamba, “mukwame zumwi ava siiwa ku masule kunu nji Felixi sina suminwa.
15 περὶ οὗ, γενομένου μου εἰς Ἱεροσόλυμα, ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατ᾽ αὐτοῦ δίκην.
Hani vakwina mwa Jerusalema, mu prista mukulwana ni va kulwana va majuda vavaleti milandu kuamana uzu mukwame kwangu, mi vava kumbili inkatulo hali.
16 Πρὸς οὓς ἀπεκρίθην, ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν, πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
Kwezi nivetavi kuti kena mulao ni Maroma kutambika muntu uvu chisemo; kono, muntu yo hambilizwe uswanela kuhewa chivaka chokuvonana navo va muzekisa mi niku lizimanina mu mizeko yakwe.
17 Συνελθόντων οὖν αὐτῶν ἐνθάδε, ἀναβολὴν μηδεμίαν ποιησάμενος, τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος, ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
Cwale aho, hava keza hamwina kunu, mi kena niva lindizi, kono izuva lichilila nive kali mu chipula che nkatulo, mi niku laela mukwame aletwe kwangu,
18 περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ,
Vahambilizi hava zimana niku muhambiliza, seke ni tele kuti kakwina ku milandu iva muhambiliza yo vutokwa.
19 ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτόν, καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῇν.
Kono, kuvavi niku salizuwa kuamana ni ntumero zavo ni kuamana ni Jesu yavafwi, uzo Paulusi wata kuti uhala.
20 Ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτου ζήτησιν, ἔλεγον, εἰ βούλοιτο πορεύεσθαι εἰς Ἱερουσαλήμ, κἀκεῖ κρίνεσθαι περὶ τούτων.
Niva kuziyelehete kaku sakisisa iyi ndava, mi niva muvuzi heva uwola kuyenda kwa Jerusalema kuka atulelwa kwateni kuamana nezi zintu.
21 Τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτόν, ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα.
Kono Paulusi hava sumpwa kuka vikwa mu mpavalelo ye nkatulo yo Murena, china mulaela kuti akavikwe haisi hasa mutuminwe kwa Caesar.”
22 Ἀγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη, Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. Ὁ δέ, Αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
Agrippa cha wamba kwa Fesitasi, “seni saka neme kuteka kozu mukwame.” “Izona,” Fesitasi cha wamba, “ko muzuwe.”
23 Τῇ οὖν ἐπαύριον, ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας, καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον, σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾽ ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου, ἤχθη ὁ Παῦλος.
Cwale hezuva lyi chilila, Agrippa ni Bernice vavakezi ni mukiti mukando; vavakezi mumakopanelo ni mapokola niva kwame va sepahala vamwi ve ntolopo. Mi Fesitasi ha wamba intaelo, Paulusi avaletwa kuvali.
24 Καί φησιν ὁ Φῆστος, Ἀγρίππα βασιλεῦ, καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων ἐνέτυχόν μοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῇν αὐτὸν μηκέτι.
Fesitasi cha wamba, “Murena Agrippa, nenwe vakwame vena umu naswe, mubwene uzu mukwame; iveza ku zekisa ma juda vangi kwangu mwa Jerusalema no kunu konse chiva huweleza kwangu kuti kasiswaneli kuhala.
25 Ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.
Niva lituti kuti kakwina ma fosisa a panga aswanela ifu; kono kakuli ava sumpi ku murena, niva atuli kuti va mutumine.
26 Περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω. Διὸ προήγαγον αὐτὸν ἐφ᾽ ὑμῶν, καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τι γράψαι.
Kono kanina chintu chovuniti cho kuñola ku murena. Kelyi vaka, na muleta kwako, sihulu kwako, Murena Agrippa, njokuti nive ni chimwi chingi chokuñola kuama iyi indava.
27 Ἄλογον γάρ μοι δοκεῖ, πέμποντα δέσμιον, μὴ καὶ τὰς κατ᾽ αὐτοῦ αἰτίας σημᾶναι.
Kaho ku voneka kusava ni vaka kutumina musuminwa mi hape niku sawamba mulandu hakwe.”