< Πραξεις 24 >
1 Μετὰ δὲ πέντε ἡμέρας κατέβη ὁ ἀρχιερεὺς Ἀνανίας μετὰ τῶν πρεσβυτέρων καὶ ῥήτορος Τερτύλλου τινός, οἵτινες ἐνεφάνισαν τῷ ἡγεμόνι κατὰ τοῦ Παύλου.
And after five days, Ananias the high priest, with the Elders, and with Tertullus the orator, went down, and made a communication to the governor against Paul.
2 Κληθέντος δὲ αὐτοῦ, ἤρξατο κατηγορεῖν ὁ Τέρτυλλος λέγων, Πολλῆς εἰρήνης τυγχάνοντες διὰ σοῦ, καὶ κατορθωμάτων γινομένων τῷ ἔθνει τούτῳ διὰ τῆς σῆς προνοίας,
And when he had been called, Tertullus began to accuse him, and to say:
3 πάντῃ τε καὶ πανταχοῦ ἀποδεχόμεθα, κράτιστε Φῆλιξ, μετὰ πάσης εὐχαριστίας.
Through thee, we dwell in much tranquillity; and many reforms have come to this nation, under thy administration; and we all, in every place, receive thy grace, excellent Felix.
4 Ἵνα δὲ μὴ ἐπὶ πλεῖόν σε ἐγκόπτω, παρακαλῶ ἀκοῦσαί σε ἡμῶν συντόμως τῇ σῇ ἐπιεικείᾳ.
But, not to weary thee with numerous particulars, I pray thee to hear our humbleness, in brief.
5 Εὑρόντες γὰρ τὸν ἄνδρα τοῦτον λοιμόν, καὶ κινοῦντα στάσιν πᾶσι τοῖς Ἰουδαίοις τοῖς κατὰ τὴν οἰκουμένην, πρωτοστάτην τε τῆς τῶν Ναζωραίων αἱρέσεως·
For we have found this man to be an assassin, and a mover of sedition among all Jews in the whole land: for he is a ringleader of the sect of the Nazareans.
6 ὃς καὶ τὸ ἱερὸν ἐπείρασε βεβηλῶσαι· ὃν καὶ ἐκρατήσαμεν·
And he was disposed to pollute our temple. And having seized him we wished to judge him according to our law.
But Lysias the Chiliarch came, and with great violence took him out of our hands, and sent him to thee.
8 παρ᾽ οὗ δυνήσῃ, αὐτὸς ἀνακρίνας, περὶ πάντων τούτων ἐπιγνῶναι ὧν ἡμεῖς κατηγοροῦμεν αὐτοῦ.
And he commanded his accusers to come before thee. And if thou wilt interrogate him, thou canst learn from him respecting all these things of which we accuse him.
9 Συνεπέθεντο δὲ καὶ οἱ Ἰουδαῖοι, φάσκοντες ταῦτα οὕτως ἔχειν.
And the Jews also pleaded against him, saying that these things were so.
10 Ἀπεκρίθη δὲ ὁ Παῦλος, νεύσαντος αὐτῷ τοῦ ἡγεμόνος λέγειν, Ἐκ πολλῶν ἐτῶν ὄντα σε κριτὴν τῷ ἔθνει τούτῳ ἐπιστάμενος, εὐθυμότερον τὰ περὶ ἐμαυτοῦ ἀπολογοῦμαι,
Then the governor made signs to Paul, that he should speak. And Paul answered and said: I know thee to have been a judge of this nation for many years, and I therefore cheerfully enter upon a defence of myself.
11 δυναμένου σου γνῶναι ὅτι οὐ πλείους εἰσί μοι ἡμέραι δεκαδύο, ἀφ᾽ ἧς ἀνέβην προσκυνήσων ἐν Ἱερουσαλήμ·
Because thou canst understand, that there have been but twelve days, since I went up to Jerusalem to worship.
12 καὶ οὔτε ἐν τῷ ἱερῷ εὗρόν με πρός τινα διαλεγόμενον ἢ ἐπισύστασιν ποιοῦντα ὄχλου, οὔτε ἐν ταῖς συναγωγαῖς, οὔτε κατὰ τὴν πόλιν.
And they did not find me talking with any person in the temple, nor collecting any company, either in their synagogues, or in the city.
13 Οὔτε παραστῆσαί με δύνανται περὶ ὧν νῦν κατηγοροῦσί μου.
Nor have they the power to prove, before thee, the things of which they now accuse me.
14 Ὁμολογῶ δὲ τοῦτό σοι, ὅτι κατὰ τὴν ὁδὸν ἣν λέγουσιν αἵρεσιν, οὕτω λατρεύω τῷ πατρῴῳ Θεῷ, πιστεύων πᾶσι τοῖς κατὰ τὸν νόμον καὶ τοῖς προφήταις γεγραμμένοις·
But this indeed I acknowledge, that in that same doctrine of which they speak, I do serve the God of my fathers, believing all the things written in the law and in the prophets.
15 ἐλπίδα ἔχων εἰς τὸν Θεόν, ἣν καὶ αὐτοὶ οὗτοι προσδέχονται, ἀνάστασιν μέλλειν ἔσεσθαι νεκρῶν, δικαίων τε καὶ ἀδίκων.
And I have a hope in God, which they also themselves expect, that there is to be a resurrection of the dead, both of the righteous and the wicked.
16 Ἐν τούτῳ δὲ αὐτὸς ἀσκῶ, ἀπρόσκοπον συνείδησιν ἔχων πρὸς τὸν Θεὸν καὶ τοὺς ἀνθρώπους διὰ παντός.
And for this reason, I also labor to have always a pure conscience before God, and before men.
17 Δι᾽ ἐτῶν δὲ πλειόνων παρεγενόμην ἐλεημοσύνας ποιήσων εἰς τὸ ἔθνος μου καὶ προσφοράς·
And, after many years, I came to the people of my own nation, to impart alms, and to present an offering.
18 ἐν οἷς εὗρόν με ἡγνισμένον ἐν τῷ ἱερῷ, οὐ μετὰ ὄχλου οὐδὲ μετὰ θορύβου, τινὲς ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι·
And when I had purified myself, these men found me in the temple; not with a throng, nor with a tumult. But certain Jews, who came from Asia, were tumultuous;
19 οὓς δεῖ ἐπὶ σοῦ παρεῖναι καὶ κατηγορεῖν εἴ τι ἔχοιεν πρός με.
who ought, with me, to stand before thee, and make accusation of their own affair.
20 Ἢ αὐτοὶ οὗτοι εἰπάτωσαν, τί εὗρον ἐν ἐμοὶ ἀδίκημα, στάντος μου ἐπὶ τοῦ συνεδρίου,
Or let these here present say, whether they found any offence in me, when I stood before their assembly;
21 ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ἑστὼς ἐν αὐτοῖς, ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ὑφ᾽ ὑμῶν.
except this one thing, that I cried, while standing in the midst of them: Concerning the resurrection of the dead, am I this day on trial before you.
22 Ἀκούσας δὲ ταῦτα ὁ Φῆλιξ ἀνεβάλετο αὐτούς, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἰπών, Ὅταν Λυσίας ὁ χιλίαρχος καταβῇ, διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς·
And Felix, because he understood that way fully, deferred them, saying: When the Chiliarch shall come, I will give hearing between you.
23 διαταξάμενός τε τῷ ἑκατοντάρχῃ τηρεῖσθαι τὸν Παῦλον, ἔχειν τε ἄνεσιν, καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν ἢ προσέρχεσθαι αὐτῷ.
And he commanded a centurion to keep Paul, at rest; and that no one of his acquaintances should be forbidden to minister to him.
24 Μετὰ δὲ ἡμέρας τινάς, παραγενόμενος ὁ Φῆλιξ σὺν Δρουσίλλῃ τῇ γυναικὶ οὔσῃ Ἰουδαίᾳ, μετεπέμψατο τὸν Παῦλον, καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς Χριστὸν πίστεως.
And after a few days, Felix, and Drusilla his wife who was a Jewess, sent and called for Paul; and they heard him concerning faith in the Messiah.
25 Διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔσεσθαι, ἔμφοβος γενόμενος ὁ Φῆλιξ ἀπεκρίθη, Τὸ νῦν ἔχον πορεύου· καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε·
And while he was discoursing with them on righteousness, and on holiness, and on the future judgment, Felix was filled with fear; and he said: For the present time, go: and when I have opportunity, I will send for thee.
26 ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῷ ὑπὸ τοῦ Παύλου, ὅπως λύσῃ αὐτόν· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
He hoped, moreover, that a present would be given him by Paul; and therefore, he often sent for him, and conversed with him.
27 Διετίας δὲ πληρωθείσης, ἔλαβε διάδοχον ὁ Φῆλιξ Πόρκιον Φῆστον· θέλων τε χάριτας καταθέσθαι τοῖς Ἰουδαίοις ὁ Φῆλιξ κατέλιπε τὸν Παῦλον δεδεμένον.
And when two years were fulfilled to him, another governor, whose name was Porcius Festus, came into his place. And Felix, that he might do the Jews a favor, left Paul a prisoner.