< Πραξεις 15 >

1 Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
Aye sa wa suri Uyahudiya wa e Uantakiya, unu bezizi anu tarsa Asere agi ingi daki agbara anu kasi ubuka utanda u Musa unu mada kem me ubura wasere ba.
2 Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
Barki u gbardang umataran a tuburko Bulus, Barnabas nan aye wa haa Ujarusalem ahira adura nan ananu anu tarsa Asere.
3 Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς.
Anu tarsa Asere wa ka tibi we, wa tarsinFinikiya nan Usamariya wa aki wa buu abanga an desa wa zo we Mayahudawa sa wa kabi tize ta Asere, mu ruba manu tarsa Asere mu rum.
4 Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ᾽ αὐτῶν.
Sawa aye Ujarusalem wa kurzo vat ti mum me sa Asere awuza in we, ana kadura kasere, ananu nan anu tarsa Asere wa issi we unu aye.
5 Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Aye anyimo Amafarisiyawa wa tonno wa gu,” ya cukuno gbas ande sa wa zo we Mayahudawa agbari we”. Wa kuri wa tarsi tize ti Musa.
6 Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
Ana kadura kasere nan annu wa cukuno wa gamiri tizee me.
7 Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς, Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ἡμῖν ἐξελέξατο, διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι.
Anyimo ugamara utizee me Bitrus m hiri ma tonno ma gun wee,”Anuhenu in rusa dadatti Ugomo Asere ma zaukam unu guna ande sa wa zoo we Mayahudawa wadi kunna tize tasere anyo am wa kabi tini “.
8 Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καθὼς καὶ ἡμῖν·
Asere sa arusa iruba ikonde vi, ma kaba we madi nya we bibe biriri kasi haru me”.
9 καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
Daki ma harzinan duru nan wee, ma wuna mu ruba muweme lau, nanu inko iruba.
10 Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
Barki ani me, nyani ya wuna i nyara ibati Asere, unu cira udangdang sa uteki ni kara na coo nan haru, i cani anu tarsa Uyesu. I rusa barki ugomo Asere sa Yesu maninta kem uburaa kasi we me.
11 Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ᾽ ὃν τρόπον κἀκεῖνοι.
Irusa barki ugomo Asere sa Yesu mani ta kem uburaa kasi we me.
12 Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾽ αὐτῶν.
Vat ni gura nanu me ni cukuno tik unu me ni cukuno tik unu kunna Ubarnabas nan Bulus, in nu boo ti mum tibi yau sa Ugomo Asere ma wuza ahiran de sa wa zo we Mayahudawa.
13 Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων, Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου·
Sa wa mara tizee Yakubu ma gu “nihenu kunnan me”.
14 Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν ἐπὶ τῷ ὀνόματι αὐτοῦ.
Simon ma tubi u boo uhem me sa Asere awuzi an desa wa zo we Mayahudawa unu tuba, barki niza nimeme.
15 Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται,
Tizee me ta wuna rep nan tanu kurzozo utize ta sere.
16 Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν·
Indi kuri uzee in kurzo ani kasi utuba me.
17 ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα.
Batti ukasu wasu wannu upata ande sa wa zoo we Mayahudawa wa kabi Yesu.
18 Γνωστὰ ἀπ᾽ αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. (aiōn g165)
U buka ugomo Asere wazigino me sa ma buki datti. (aiōn g165)
19 Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν Θεόν·
U iraa um wazigenne me, ande sa wa kati a bussur we.
20 ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.
Caa ti nyertike wen unu guna kati wa ree imum yare ima kiri nan inama sa daki aweki wan mayee.
21 Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
I rusa ati wee tu datti sa ta agiza u cara sassas ati pinpin sassas anyimo ati denge tinigura wa wuza katuma in tizee ti Musa vat uwui uvenke wa asabar.
22 Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
Ya wuu are ana kadura kasere nan nanu vat na anu tarsa Asere wa zauka Yahuda, Barnabas nan Silas wa tono we U think antakiya upata Bulus nan Barnabas.
23 γράψαντες διὰ χειρὸς αὐτῶν τάδε, Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν·
Wa nyertike kadura kani iss ahira anu henu uwe ande sa inzo Ayahudawa, sa wa rani Uantakiya, Suriya nan Kilikiya.
24 ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα·
Ta kunna agi aye anyimo aruu wa suro sarki urusa uroo in tire tize sa wazin unu carsa ushi murubani.
25 ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ,
Barki ani me ta ira ya wuna urii ti tummi aye upata u Bulus nan Barnabas ahirabashi me.
26 ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
An desa wa nya ace awe barki katuma ku ugomo Asere Yesu kristi.
27 Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
Ta kuru ta tuma Yahuda nan Silas wa e wa buki shi imum i' inde me.
28 Ἔδοξε γὰρ τῷ Ἁγίῳ Πνεύματι, καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν τῶν ἐπάναγκες τούτων,
Bibe bi ugomo Asere nan haru ta iraa ya wuna urii kati acani shi imum sa idi aki ni kara nishi.
29 ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.
Kati irii nan isii imum be sa barka barki makiri, kati iri binama sa daki aweki bini, kati irii maye.
30 Οἱ μὲν οὖν ἀπολυθέντες ἦλθον εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν.
Wa dusa uhana Uantakiya wa ori anu tarsa Asere wa nya we kadura me.
31 Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
Sa wa kunna kadura me wa wuu mu ruba mu rum.
32 Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν.
Yahuda nan Silas wa nya we tizee sa tidi kinki we akara amuruba.
33 Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους.
Sa wa wuna tiye nan we wa kuri in na puru arum uka kem ande sa wa tuma we.
Silas ma iri ya wuna me uri ma cukuno nan we.
35 Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ Κυρίου.
Bulus nan Barnabas wa tonno u Antakiya nan aye gbardang wa ri aje anu boo anu tize tu ugomo Asere
36 Μετὰ δέ τινας ἡμέρας εἶπε Παῦλος πρὸς Βαρνάβαν, Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς ἡμῶν κατὰ πᾶσαν πόλιν, ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ Κυρίου, πῶς ἔχουσι.
Sa wa wuna tiye, Bulus ma gun Banabas caa ti tarsi anu me sa ta bezi we tizee tasere ti iri nyanini wa rani anyimo me.
37 Βαρνάβας δὲ ἐβουλεύσατο συμπαραλαβεῖν τὸν Ἰωάννην, τὸν καλούμενον Μάρκον.
Barnabas ma nyari uguna wada dusa me nan Yohana desa atisa me Markus.
38 Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ συμπαραλαβεῖν τοῦτον.
Bulus magu “ida rizi me ti dusa nan Markus sa maa ceki during u Familiya daki ma ree aje nan haru”.
39 Ἐγένετο οὖν παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον·
Matara acee awe me wa harzina, Banabas ma ziki Markus wa dusa u hana Sayifurus.
40 Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθε, παραδοθεὶς τῇ χάριτι τοῦ Θεοῦ ὑπὸ τῶν ἀδελφῶν.
Sa anu tarsa Asere wa wuna we birigara, Bulus ma ziki Silas wa dusa.
41 Διήρχετο δὲ τὴν Συρίαν καὶ Κιλικίαν, ἐπιστηρίζων τὰς ἐκκλησίας.
Ma tarsi Suriya nan kilikiya unu kingizi anu tarsa Asere nikara.

< Πραξεις 15 >