< Πραξεις 13 >

1 Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος.
Now there were some men from the congregation that was in Antioch, prophets and teachers, including Barnabas, and Simeon called Niger, and Lucius the Cyrenian, and Manaen reared with Herod the tetrarch, and Saul.
2 Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον, Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
And while they were serving the Lord, and fasting, the Holy Spirit said, Separate to me now Barnabas and Saul for the work that I have called them.
3 Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν.
Then, having fasted and prayed and laid hands on them, they sent them away.
4 Οὗτοι μὲν οὖν, ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου, κατῆλθον εἰς τὴν Σελεύκειαν· ἐκεῖθεν δὲ ἀπέπλευσαν εἰς τὴν Κύπρον.
Indeed therefore these men, having been sent forth by the Holy Spirit, went down to Seleucia, and from there they sailed for Cyprus.
5 Καὶ γενόμενοι ἐν Σαλαμῖνι, κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
And after becoming in Salamis, they proclaimed the word of God in the synagogues of the Jews, and they also had John for a helper.
6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου, εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον, ᾧ ὄνομα Βαρϊησοῦς,
And after going through the island as far as Paphos, they found a certain sorcerer, a Jewish false prophet, whose name was Bar-jesus,
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
who was with the proconsul, Sergius Paulus, an intelligent man. This man, having summoned Barnabas and Saul, sought to hear the word of God.
8 Ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας, ὁ μάγος—οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ—ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
But Elymas the sorcerer (for so his name is translated) opposed them, seeking to deviate the proconsul from the faith.
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου, καὶ ἀτενίσας εἰς αὐτὸν
But Saul (the man is also Paul) having been filled with the Holy Spirit, and having gazed on him,
10 εἶπεν, Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας;
said, O man full of all deceit and all recklessness, thou son of the devil, thou enemy of all righteousness, will thou not cease distorting the straight ways of the Lord?
11 Καὶ νῦν ἰδού, χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλός, μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἐπέπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
And now, behold, a hand of the Lord is upon thee, and thou will be blind, not seeing the sun until a time. And immediately there fell on him gloom and darkness, and going around he sought hand-guides.
12 Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
Then the proconsul, who saw that which happened, believed, being astonished at the doctrine of the Lord.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας. Ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
Now those around Paul, having launched from Paphos, they came to Perga in Pamphylia. But John, having departed from them, returned to Jerusalem.
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης, παρεγένοντο εἰς Ἀντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων, ἐκάθισαν.
And they, having passed through from Perga, arrived at Antioch of Pisidia, and after entering into the synagogue on the sabbath day, they sat down.
15 Μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτούς, λέγοντες, Ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
And after the reading of the law and the prophets the synagogue rulers sent to them, saying, Men, brothers, if there is among you a word of exhortation for the people, speak.
16 Ἀναστὰς δὲ Παῦλος, καὶ κατασείσας τῇ χειρί, εἶπεν, Ἄνδρες Ἰσραηλῖται, καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε.
And Paul having stood up, and having motioned with the hand, he said, Men! Israelites and those who fear God, listen.
17 Ὁ Θεὸς τοῦ λαοῦ τούτου ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς.
The God of this people Israel chose our fathers, and raised up the people during the sojourn in the land of Egypt. And with a lofty arm he brought them out of it.
18 Καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ.
And for about a forty-year time he was patient with them in the wilderness.
19 Καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναάν, κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν.
And having destroyed seven nations in the land of Canaan, he allotted their land to them.
20 Καὶ μετὰ ταῦτα, ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα, ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου.
And after these things he gave them judges about four hundred and fifty years until Samuel the prophet.
21 Κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα.
And afterward they asked for a king, and God gave them Saul the son of Kish, a man of the tribe of Benjamin, for forty years.
22 Καὶ μεταστήσας αὐτόν, ἤγειρεν αὐτοῖς τὸν Δαυὶδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας, Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
And having removed him, he raised up David for a king to them, also about whom he said, when he testified, I have found David the son of Jesse, a man according to my heart, who will do all my purposes.
23 Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγε τῷ Ἰσραὴλ σωτηρίαν,
From this man's seed according to promise, God brought salvation to Israel,
24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας τῷ Ἰσραήλ.
John having earlier proclaimed, before his coming presence, the immersion of repentance to Israel.
25 Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε, Τίνα με ὑπονοεῖτε εἶναι; Οὐκ εἰμὶ ἐγώ. Ἀλλ᾽ ἰδού, ἔρχεται μετ᾽ ἐμέ, οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
And as John was fulfilling his course, he said, Whom do ye suppose me to be? I am not, but behold, he comes after me of whom I am not worthy to loose the shoes of his feet.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραάμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη.
Men, brothers, sons of the race of Abraham, and those among you who fear God, to you the word of this salvation was sent.
27 Οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν, τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν.
For those who dwell in Jerusalem, and their rulers, not having known this and the voices of the prophets being read at every sabbath, they fulfilled, having condemned him.
28 Καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες, ᾐτήσαντο Πιλάτον ἀναιρεθῆναι αὐτόν.
And not having found one cause of death in him, they asked for Pilate to kill him.
29 Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον.
And when they completed all the things written about him, having taken him down from the tree, they laid him in a tomb.
30 Ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
But God raised him from the dead,
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
who was seen for more days by those who came up with him from Galilee to Jerusalem, who are witnesses of him to the people.
32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν·
And we proclaim good news to you: the promise to the fathers, which happened because God has fulfilled this to us their children, having raised up Jesus,
33 ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
as also it is written in the second psalm, Thou are my Son, today I have begotten thee.
34 Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν, μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
And because he raised him from the dead, no longer going to return to decay, he has spoken this way: I will give to you the faithful holy things of David.
35 Διὸ καὶ ἐν ἑτέρῳ λέγει, Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
Therefore also he says in another, Thou will not give thy Holy Man to see decay.
36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν·
For indeed David, who served his own generation in the plan of God, became asleep, and was added near his fathers, and saw decay.
37 ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.
But he whom God raised up saw no decay.
38 Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται·
Be it known to you therefore, men, brothers, that through this man remission of sins is proclaimed to you.
39 καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
And from all things of which ye could not be make righteous by the law of Moses, in this man every man who believes is made righteous.
40 Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾽ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις,
Watch therefore, lest that which is spoken in the prophets should come upon you:
41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε· ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν.
Behold, ye scoffers, and wonder, and perish, because I work a work in your days, which ye would, no, not believe, if some man should fully narrate it to you.
42 Ἐξιόντων δὲ ἐκ τῆς συναγωγῆς τῶν Ἰουδαίων, παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα.
And as they went out from the synagogue of the Jews, the Gentiles urged that these sayings be spoken to them the next sabbath.
43 Λυθείσης δὲ τῆς συναγωγῆς, ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ· οἵτινες προσλαλοῦντες, ἔπειθον αὐτοὺς ἐπιμένειν τῇ χάριτι τοῦ Θεοῦ.
Now after the synagogue was dismissed, many of the Jews and of the devout proselytes followed Paul and Barnabas, who, while conversing, persuaded them to continue in the grace of God.
44 Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ.
And on the coming sabbath almost all the city was assembled to hear the word of God.
45 Ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου, καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις, ἀντιλέγοντες καὶ βλασφημοῦντες.
But when the Jews saw the multitudes, they were filled of envy, and contradicted the things spoken by Paul, contradicting and slandering.
46 Παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ. Ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. (aiōnios g166)
But having spoken boldly, Paul and Barnabas said, It was necessary for the word of God to be spoken first to you, but since ye thrust it away, and judge yourselves unworthy of eternal life, lo, we turn to the Gentiles. (aiōnios g166)
47 Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος, Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
For so the Lord has commanded us: I have placed thee for a light of Gentiles, for thee to be for salvation as far as the extremity of the earth.
48 Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρε, καὶ ἐδόξαζον τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον. (aiōnios g166)
And hearing this, the Gentiles were glad and glorified the word of the Lord. And as many as were appointed for eternal life believed. (aiōnios g166)
49 Διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾽ ὅλης τῆς χώρας.
And the word of the Lord was spread abroad through the whole region.
50 Οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως, καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
But the Jews incited the religious women, and the prominent women, and the principle men of the city, and raised up a persecution against Paul and Barnabas. And they threw them out of their boundaries.
51 Οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾽ αὐτούς, ἦλθον εἰς Ἰκόνιον.
But after shaking off the dust of their feet against them, they came to Iconium.
52 Οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος Ἁγίου.
And the disciples were filled with joy and the Holy Spirit.

< Πραξεις 13 >