< Προς Τιμοθεον Β΄ 4 >

1 Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ, καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,
Now then, in the presence of God and the Lord Jesus Christ, who is about to judge both living and dead, with a view to His appearing and His Kingdom, I give you this charge:
2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
Proclaim the Word; be ready in season and out of season; correct, rebuke and exhort, with lots of patience and teaching.
3 Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν·
Because the time will come when they will not tolerate the sound doctrine; rather, they will accumulate for themselves a great many teachers who will tickle their ears according to their lusts
4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
—yes, they will turn their ears away from the Truth and be turned aside to fables.
5 Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
But you, be sober in all things, endure hardship, do the work of an evangelist, fulfill your ministry.
6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε.
For I am already being poured out like a drink offering, and the time of my departure has come.
7 Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
I have fought the good fight, I have finished the race, I have kept the faith.
8 λοιπόν, ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.
Now the crown of the righteousness is reserved for me, which the Lord, the righteous Judge, will award to me on that Day; and not only to me, but also to all those who have longed for His appearing.
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως·
Do your best to come to me quickly;
10 Δημᾶς γάρ με ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. (aiōn g165)
for Demas, loving this present world, has deserted me and gone to Thessalonica—Crescens to Galatia, Titus to Dalmatia. (aiōn g165)
11 Λουκᾶς ἐστι μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.
Only Luke is with me. Take Mark and bring him with you, for he is useful to me for ministry.
12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
Tychicus I sent to Ephesus.
13 Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
Bring the cloak that I left with Carpus at Troas, when you come—and the books, especially the parchments.
14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
Alexander the coppersmith did me a lot of harm; may the Lord repay him according to his deeds.
15 ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις λόγοις.
You also guard against him, because he strongly opposed our words.
16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.
At my first defense no one came to help me, but all deserted me. May it not be held against them.
17 Ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι᾽ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσῃ πάντα τὰ ἔθνη· καὶ ἐρρύσθην ἐκ στόματος λέοντος.
But the Lord stood by me and strengthened me, so that through me the message might be fully proclaimed and all the nations might hear. Also, I was delivered out of a lion's mouth;
18 Καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. (aiōn g165)
and the Lord will deliver me from every evil work and save me into His heavenly Kingdom; to whom be the glory for ever and ever. Amen. (aiōn g165)
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον.
Greet Prisca and Aquila, and the household of Onesiphorus.
20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
Erastus stayed in Corinth, while I left Trophimus sick in Miletus.
21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λῖνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
Do your best to come before winter. Eubulus greets you, as do Pudens, Linus, Claudia and all the brothers.
22 Ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθ᾽ ὑμῶν. Ἀμήν.
The Lord Jesus Christ be with your spirit. The Grace be with you. Amen.

< Προς Τιμοθεον Β΄ 4 >