< Προς Κορινθιους Β΄ 13 >
1 Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. Ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
This third time I am coming to you. In the mouth of two witnesses or three every saying will be confirmed.
2 Προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον, καὶ ἀπὼν νῦν γράφω τοῖς προημαρτηκόσι καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν, οὐ φείσομαι·
I have told you before, and I say in advance, as present the second time, and now absent, I write to those who have previously sinned, and to all the others, that if I come to it again, I will not spare,
3 ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν·
since ye seek proof of the Christ speaking in me, who is not weak toward you, but is mighty in you.
4 καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζησόμεθα σὺν αὐτῷ ἐκ δυνάμεως Θεοῦ εἰς ὑμᾶς.
For even if he was crucified from weakness, yet he lives from the power of God. For we in him are also weak, but we will live with him from the power of God toward you.
5 Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε. Ἢ οὐκ ἐπιγινώσκετε ἑαυτούς, ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν ἐστιν; Εἰ μήτι ἀδόκιμοί ἐστε.
Examine yourselves whether ye are in the faith. Test yourselves. Or know ye not yourselves, that Jesus Christ is in you? Unless ye are test-failing something.
6 Ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
But I hope that ye will know that we are not test-failing.
7 Εὔχομαι δὲ πρὸς τὸν Θεόν, μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
Now I pray to God, to do you nothing harmful, not that we would appear test-passing, but that ye would do right, even like we might be test-failing.
8 Οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας.
For we do not have any power against the truth, but for the truth.
9 Χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο δὲ καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
For we are glad when we are weak and ye are strong. And this also we pray for, your full qualification.
10 Διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι, κατὰ τὴν ἐξουσίαν ἣν ἔδωκέ μοι ὁ Κύριος εἰς οἰκοδομήν, καὶ οὐκ εἰς καθαίρεσιν.
Because of this I write these things while absent, so that I may not act harshly when present, according to the authority that the Lord gave me for building up and not for tearing down.
11 Λοιπόν, ἀδελφοί, χαίρετε· καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε· καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
Finally brothers, farewell. Be thoroughly prepared, be encouraged, think the same way, live in peace, and the God of love and peace will be with you.
12 Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
Salute each other by a holy kiss.
13 Ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
All the sanctified salute you.
14 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ἀμήν.
The grace of the Lord Jesus Christ, and the love of God, and the fellowship of the Holy Spirit, is with all of you. Truly.