< Ιωαννου Α΄ 3 >
1 Ἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ πατήρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν. Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ὑμᾶς, ὅτι οὐκ ἔγνω αὐτόν.
Vone, mufutanzi we ilato Ishetu lya vahi kwetu, kuti tu sumpwe vana va Ireza, mi nji chona chi tuli. Cheli vaka, i nkanda ka itwizi, kakuti kana iva mwizi.
2 Ἀγαπητοί, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστι.
Vasakiwa, hanu cheli tu vana va Ireza, mi kakwini ku patululwa chese ni tuve kacho. Twizi kuti Kirisite cha voneka, katuve sina iye, kakuti ka tu muvone sina uvu mwe kalile.
3 Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ᾽ αὐτῷ ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι.
Yense wina iyi insepo kuya cha vuhalo vwa ku vusu vu lolete hali u lishanza mwine sina mwe kalile ku jololola.
4 Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία.
Yense yo zwila havusu u chita chisena mulao, kakuti chivi ku vula mulao.
5 Καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι.
Mwizi kuti Kirisite ava patululwa ku pangila ku zwisa zivi. Mi mwali ka mwina chivi, ka kakwina yo shala mwali yo zwila havusu ni chivi.
6 Πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν, οὐδὲ ἔγνωκεν αὐτόν.
Ka kwina yo zwila havusu muchivi ya va muvoni kapa ku mwi ziva.
7 Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν·
Vana vasakiwa, kanzi mu siyi yense ku mi zwisa mu nzila. Iye yo panga zilukite u lukite, sina uvu Kirisite ha lukite.
8 ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾽ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.
Iye yo panga chivi uzwa kwa javulusi, kakuti javulusi ava fosi ku zwa ku matangilo. Cheli vaka Mwana wa Ireza ava patululwa, kuti za sinyenge misevezi ya javulusi.
9 Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται.
Yense ya va zalwa kwa Ireza katendi chivi kakuti lutanga lwa Ireza lushala mwali. Kawoli ku zwila havusi na chita chivi kakuti uzelwe cha Ireza.
10 Ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου· πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ.
Mwe chi vana va Ireza ni vana va javulusi va patululwile. Yense ya sa pangi chi lukite ka zwi kwa Ireza; kapa njozo ya sa saki mwakwe.
11 Ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾽ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους·
Ili njeli iñusa li muvazuwi ku matangilo: kuti tulisakane tuvonse.
12 οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ. Καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; Ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
Isiñi uvu Kaine, ya vali kuzwa ku muvilala ni kwi haya mwa nchakwe. Mi chinzi ha va mwi hai? Kakuti misevezi ya kwe ivali mivilala, mi ya mwakwe iva lukite.
13 Μὴ θαυμάζετε, ἀδελφοί μου, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος·
Kanzi mu komokiswa, va kwetu, haiva inkanda imi toya.
14 ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς. Ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν, μένει ἐν τῷ θανάτῳ.
Twizi kuti tu va hitilili ku zwa mwifu ku ya mukuhala, kakuti tusaka vakwetu. Yense ya suni ushala mwifu.
15 Πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν. (aiōnios )
Yense yo toyete mwakwe chi hayi. Mi mwizi kuti uvu vuhalo vusa mani ka vushali mu chihayi. (aiōnios )
16 Ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι.
Kache chi mwizi kuti ilato, kakuti Kirisite ava la ziki vuhalo bwakwe hansi chetu. Na swe tuswanela ku lazika vuhalo vwetu cha va mwetu.
17 Ὃς δ᾽ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου, καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾽ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ;
Kono yense yokwete zintu ze nkanda, na vona mwakwe yo vulite mi wi yala inkulo yense ku zwa kwali, linu ilato lye Ireza ka lishale vule mwali?
18 Τεκνία μου, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ, ἀλλ᾽ ἐν ἔργῳ καὶ ἀληθείᾳ.
Vana vangu va sakahala, kanzi tu saki mwi inzwi kapa mu lulimi, kono mu zimpangaliko ni initi.
19 Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν,
Nji ka chezi twizi kuti tuzwa ku niti, mi tulizuwi vuvi inkulo zetu ha li.
20 ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα.
Mi haiva inkulo zetu zi tunyansa, Ireza mukando ku hita inkulo zetu, mi wizi zintu zonse.
21 Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν,
Vasakiwa, haiva inkulo zetu ka zi tunyansi, twina insempo kwa Ireza.
22 καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ᾽ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν.
Zonse zitu kumbila katuzi tambule kuzwa kwali, kakuti tu vika milao ya kwe mi tupanga zintu zi kondwa hali.
23 Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν ἀλλήλους, καθὼς ἔδωκεν ἐντολήν.
Uwu nji mulao wakwe: kuti tu zumine mwi zina lya Mwana Jesu Kirisite, mi ni kulisaka mu vonse, sina mwa vatuheli uwu mulao.
24 Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ. Καὶ ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος οὗ ἡμῖν ἔδωκεν.
Iye uzo yo vika milao ya Ireza ushala mwali, mi Ireza ushala mwali. Che chi twizi kuti ushala mwetu, cha Luhuho lu vahewa kwetu.