< Προς Κορινθιους Α΄ 8 >
1 Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.
Περί δε των ειδωλοθύτων, εξεύρομεν ότι πάντες έχομεν γνώσιν, η γνώσις όμως φυσιοί, η δε αγάπη οικοδομεί.
2 Εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι·
Και εάν τις νομίζη ότι εξεύρει τι, δεν έμαθεν έτι ουδέν καθώς πρέπει να μάθη·
3 εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾽ αὐτοῦ.
αλλ' εάν τις αγαπά τον Θεόν, ούτος γνωρίζεται υπ' αυτού.
4 Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς.
Περί της βρώσεως λοιπόν των ειδωλοθύτων, εξεύρομεν ότι το είδωλον είναι ουδέν εν τω κόσμω, και ότι δεν υπάρχει ουδείς άλλος Θεός ειμή εις.
5 Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί·
Διότι αν και ήναι λεγόμενοι θεοί είτε εν τω ουρανώ είτε επί της γης, καθώς και είναι θεοί πολλοί και κύριοι πολλοί,
6 ἀλλ᾽ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾽ αὐτοῦ.
αλλ' εις ημάς είναι εις Θεός ο Πατήρ, εξ ου τα πάντα και ημείς εις αυτόν, και εις Κύριος Ιησούς Χριστός, δι' ου τα πάντα και ημείς δι' αυτού.
7 Ἀλλ᾽ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
Αλλά δεν είναι εις πάντας η γνώσις αύτη· τινές δε διά την συνείδησιν του ειδώλου έως σήμερον τρώγουσι το ειδωλόθυτον ως ειδωλόθυτον, και η συνείδησις αυτών ασθενής ούσα μολύνεται.
8 Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα.
το φαγητόν όμως δεν συνιστά ημάς εις τον Θεόν· διότι ούτε εάν φάγωμεν περισσεύομεν, ούτε εάν δεν φάγωμεν ελαττούμεθα.
9 Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν.
Πλην προσέχετε μήπως αύτη η εξουσία σας γείνη πρόσκομμα εις τους ασθενείς.
10 Ἐὰν γάρ τις ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
Διότι εάν τις ίδη σε, τον έχοντα γνώσιν, ότι κάθησαι εις τράπεζαν εντός ναού ειδώλων, δεν θέλει ενθαρρυνθή η συνείδησις αυτού, ασθενούντος, εις το να τρώγη τα ειδωλόθυτα;
11 Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾽ ὃν Χριστὸς ἀπέθανεν;
Και διά την γνώσιν σου θέλει απολεσθή ο ασθενής αδελφός, διά τον οποίον ο Χριστός απέθανεν.
12 Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφούς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε.
Αμαρτάνοντες δε ούτως εις τους αδελφούς και προσβάλλοντες την ασθενή συνείδησιν αυτών, εις τον Χριστόν αμαρτάνετε.
13 Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. (aiōn )
Διά τούτο, εάν το φαγητόν σκανδαλίζη τον αδελφόν μου, δεν θέλω φάγει κρέας εις τον αιώνα, διά να μη σκανδαλίσω τον αδελφόν μου. (aiōn )