< Προς Κορινθιους Α΄ 10 >

1 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
Now I do not want you to be ignorant, brothers, that our fathers were all under the cloud and all passed through the sea
2 καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
—all were baptized into Moses by the cloud and by the sea—
3 καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον,
and all ate the same spiritual food
4 καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
and drank the same spiritual drink; because they kept drinking from a spiritual rock that accompanied them, and that Rock was the Christ.
5 Ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
For all that, God was not pleased with most of them—their carcasses were scattered around the desert!
6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
Now these things became examples for us, to the intent that we should not lust after evil things as they also lusted.
7 Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὥσπερ γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
And do not become idolaters, just like some of them; as it is written: “The people sat down to eat and drink, and got up to amuse themselves.”
8 Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
And let us not fornicate, just as some of them did—and in one day twenty-three thousand died!
9 Μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.
Neither let us test the Christ, just as also some of them did—and were destroyed by the snakes!
10 Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
And do not grumble, just as also some of them did—and were executed by the destroyer!
11 Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. (aiōn g165)
Now all these things happened to them as examples and were written for our admonition, upon whom the ends of the ages have come. (aiōn g165)
12 Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.
So then, let him who thinks he stands be careful that he does not fall!
13 Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.
No testing has overtaken you except what is common to man, and God is competent, who will not allow you to be tested beyond what you can stand, but with the testing will also provide the way out, that you may be able to endure it.
14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.
Therefore, my beloved, flee from idolatry!
15 Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.
I speak as to wise men; judge for yourselves what I say.
16 Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;
The cup of blessing that we bless, is it not a sharing of the blood of Christ? The bread that we break, is it not a sharing of the body of Christ?
17 Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
Since the loaf is one, we, the many, are one body, because we all partake of that single loaf.
18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;
Consider the physical Israel: are not those who eat the sacrifices partakers of the altar?
19 Τί οὖν φημι; Ὅτι εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;
So what am I getting at? That an idol is anything, or what is offered to idols is anything?
20 Ἀλλ᾽ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
Rather, that the things pagans sacrifice they sacrifice to demons and not to God. I do not want you to become participants with the demons.
21 Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
You cannot drink the cup of the Lord and the cup of demons; you cannot partake of the Lord's table and of the table of demons.
22 Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;
Are we going to provoke the Lord's jealousy? Are we stronger than He?
23 Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.
All things are ‘permissible’ for me, but not all things are expedient. All things are ‘permissible’ for me, but not all things edify.
24 Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.
Let no one seek his own, but each one the other's well-being.
25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
Eat whatever is being sold in the meat market, asking no question for the sake of conscience;
26 Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
since “the earth is the Lord's, and all its fullness.”
27 Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
If some unbeliever invites you and you decide to go, eat whatever is set before you, asking no questions for the sake of conscience.
28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
But if anyone says, “This was offered to idols,” do not eat it for the sake of the speaker and of the conscience; since “the earth is the Lord's, and all its fullness.”
29 Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
‘Conscience’ I say, not your own but that of the other. Now just why should my freedom be judged by another's conscience?
30 Εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
If I partake with thanks, why be slandered over something I give thanks for?
31 Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.
Therefore, whether you eat or you drink, or whatever you do, do all to the glory of God.
32 Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ·
Give no offense, either to Jews or to Greeks or to the Church of God
33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
—even as I try to please everyone in every way, not seeking my own profit but that of the many, that they may be saved.

< Προς Κορινθιους Α΄ 10 >