< Προς Ρωμαιους 15 >

1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν·
We which are stronge ought to beare the fraylnes of them which are weake and not to stonde in oure awne cosaytes.
2 ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
Let every man please his neghbour vnto his welth and edyfyinge.
3 καὶ γὰρ ὁ χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ.
For Christ pleased not him selfe: but as it is written. The rebukes of the which rebuked the fell one me.
4 Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν ἐγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
Whatsoever thinges are written afore tyme are written for oure learnynge that we thorow pacience and comforte of the scripture myght have hope.
5 ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Ἰησοῦν χριστόν·
The God of pacience and consolacion geve vnto every one of you that ye be lyke mynded one towardes another after the insample of Christ:
6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ.
that ye all agreynge together maye with one mouth prayse God the father of oure Lorde Iesus.
7 διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ χριστὸς προσελάβετο ὑμᾶς εἰς δόξαν τοῦ θεοῦ.
Wherfore receave ye one another as Christ receaved vs to the prayse of God.
8 λέγω γὰρ χριστὸν διάκονον γένεσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
And I saye that Iesus Christ was a minister of the circumcision for the trueth of god to conferme the promyses made vnto the fathers.
9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν, καθὼς γέγραπται, Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῷ ὀνόματί σου ψαλῶ.
And let the gentyls prayse god for his mercy as it is written: For this cause I will prayse the amonge the gentyls and synge in thy name.
10 καὶ πάλιν λέγει, Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ.
And agayne he sayth: reioyse ye gentyles with his people.
11 καὶ πάλιν, Αἰνεῖτε πάντα τὰ ἔθνη τὸν κύριον, καὶ ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί.
And agayne prayse the Lorde all ye gentyls and laude him all nacions.
12 καὶ πάλιν Ἡσαΐας λέγει, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
And in another place Esaias sayth: ther shalbe the rote of Iesse and he that shall ryse ro raygne over the gentyls: in him shall the gentyls trust.
13 ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
The God of hope fyll you with all ioye and peace in belevynge: that ye maye be ryche in hope thorowe the power of the holy goost.
14 Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἀλλήλους νουθετεῖν·
I my selfe am full certified of you my brethren that ye youre selves are full of goodnes and filled with all knowledge and are able to exhorte one another.
15 τολμηροτερῶς δὲ ἔγραψα ὑμῖν, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ἀπὸ τοῦ θεοῦ,
Neverthelesse brethren I have some what boldly written vnto you as one that putteth you in remembrauce thorow the grace that is geven me of God
16 εἰς τὸ εἶναί με λειτουργὸν χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
that I shuld be the minister of Iesu Christ amonge the gentyls and shuld minister the gladde tydynges of God that the gentyls myght be an acceptable offerynge sanctyfied by the holy goost.
17 ἔχω οὖν τὴν καύχησιν ἐν χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·
I have therfore wherof I maye reioyse in Christ Iesu in tho thinges which pertayne to God.
18 οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
For I dare not speake of eny of tho thinges which Christ hath not wrought by me to make the gentyls obedient with worde and dede
19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος ἁγίου, ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ χριστοῦ.
in myghty signes and wonders by the power of the sprete of God: so that from Ierusalem and the costes rounde aboute vnto Illyricum I have fylled all countres with the gladde tydynges of Christ.
20 οὕτως δὲ φιλοτιμοῦμαι εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ,
So have I enforsed my selfe to preache the gospell not where Christ was named lest I shuld have bylt on another mannes foundacion:
21 ἀλλὰ καθὼς γέγραπται, Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
but as it is written: To whom he was not spoken of they shall se: and they that hearde not shall vnderstonde.
22 διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς,
For this cause I have bene ofte let to come vnto you:
23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ἱκανῶν ἐτῶν,
but now seynge I have no moare to do in these countres and also have bene desyrous many yeares to come vnto you
24 ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
when I shall take my iorney into spayne I will come to you. I trust to se you in my iorney and to be brought on my waye thither warde by you after that I have somwhat enioyed you.
25 Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
Now go I vnto Ierusalem and minister vnto the saynctes.
26 ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ·
For it hath pleased them of Macedonia and Achaia to make a certayne distribucio vpo the poore saynctes which are at Ierusalem.
27 ηὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
It hath pleased them verely and their detters are they. For yf the getils be made partetakers of their spirituall thinges their dutie is to minister vnto the in carnall thinges.
28 τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς Σπανίαν.
When I have performed this and have brought them this frute sealed. I will come backe agayne by you into Spayne.
29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας χριστοῦ ἐλεύσομαι.
And I am sure when I come that I shall come with aboundaunce of the blessinge of the gospell of Christ.
30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν·
I beseche you brethre for oure Lorde Iesus Christes sake and for the love of the sprete that ye helpe me in my busynes with youre prayers to God for me
31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
that I maye be delyvered from them which beleve not in Iewry and that this my service which I have to Ierusalem maye be accepted of ye saynctes
32 ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν.
that I maye come vnto you with ioye by the will of God and maye with you be refresshed.
33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, [ἀμήν.]
The God of peace be with you. Amen.

< Προς Ρωμαιους 15 >