< Προς Ρωμαιους 10 >
1 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις πρὸς τὸν θεὸν ὑπὲρ αὐτῶν εἰς σωτηρίαν.
Mrli vayi, yo sron mu ni bre Bachi, aa ndu ba gbujbu.
2 μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν, ἀλλ᾽ οὐ κατ᾽ ἐπίγνωσιν.
Me to ndi bahe ni yo sron ni Rji, ana ndi ba to kpe na.
3 ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν.
Bana to kpe nitu tie ndindi u Rji na, ba wa ndi ba tie ndindi u tu mba, bana nno tumba ni tie ndindi u Rji na.
4 Τέλος γὰρ νόμου χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Ahi Kristi hi duu u tie ndindi hi ni bi wa ba kpa y'me'a
5 Μωυσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ νόμου ὅτι Ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτῇ·
Musa a nghan nitu ndindi wa'a rji ni ndji, ndji wa a tie ndindi u duu ani son nitu du'a.
6 ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾽ ἔστιν χριστὸν καταγαγεῖν·
U ndindi waa rji ni yo sron a te ndi, na tre ni sron me ndi, a ngha ni hon hi ni mi shu? (Nda ji Yesu Kristi grji ye ni meme).
7 ἤ, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾽ ἔστιν χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. (Abyssos )
Na tre ndi a ghan ni grji ye ni meme? Ahi ngha ni ji Yesu Kristi rji ni khyu). (Abyssos )
8 ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾽ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν·
Amma asi tre ndi ge? iji trea he hyehyre ni wu ni mi nyu me ni mi sron me
9 ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
U ta hla ni nyu me ndi Yesu hi Bachi, ndi kpa y'me ni sron me ndi Rji zuu wlude ni be u gbujbu.
10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.
Ni sron'a idji kpa y'me nda fe kiklan sron ni nyu ndi bre nda gbujbu.
11 λέγει γὰρ ἡ γραφή, Πᾶς ὁ πιστεύων ἐπ᾽ αὐτῷ οὐ καταισχυνθήσεται.
Imbe Rji tre ndi, biwa ba kpa y'me'a ishan na tie ba na.
12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν.
Don Jew baba Greek bana heni kankan na, don Bachi ba'a he riri.
13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται.
Idji wa a yo nde Rji ani fe sii.
14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος;
Ba tie niheri nda yo nde Idji wa bana kpau y'me na? Ba tie nihe rli nda kpa y'me ni wa bana taba wo duu ma na?
15 πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ ἀποσταλῶσιν; καθὼς γέγραπται, Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά.
Ba tie nihe rli nda wo ba tina tre tre Rji ni bawu na? Ba ti ni he rli nda tre tre Rji, idan bana ton bana? To wa ba nghan, “Iza biwa ba ji tre ndindi he bi bange.
16 ἀλλ᾽ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει, Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν;
Bana wo tre Rjia wawuu mba wu na. Ishaya a m'ye “Bachi, a hi nghan kpa y'me ni ton ndu'a?
17 ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος χριστοῦ.
Yo sron nihe nitu wo, wo rli ni tre Rji.
18 ἀλλὰ λέγω, Μὴ οὐκ ἤκουσαν; μενοῦν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
U me m'ye, “Ba na wo na?” E” gbigbi ilan mba he ni mgbumgblu, itre mba hi ni mgbumgblu wawuu.
19 ἀλλὰ λέγω, μὴ Ἰσραὴλ οὐκ ἔγνω; πρῶτος Μωυσῆς λέγει, Ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾽ οὐκ ἔθνει ἐπ᾽ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς.
Luwa, mi tre, Israila ban to mu naa? “Musa a tre ndi” Mi ndu yi tie ngu nitu mgbumgblu wa bana to kpe na mi tie ndu ni ba ni ndu sron mbi tie meme.
20 Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει, Εὑρέθην [ἐν] τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην [ἐν] τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.
Ishaya a vusron nda tre ndi, biwa bana wame na'a ba fe me. Mi tsro tu mu ni biwa bana m'ye me na'a.
21 πρὸς δὲ τὸν Ἰσραὴλ λέγει, Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.
A tre ni Israila ndi, mi n'ma wo mu hi ni ndji bi kawo trre ni hanton.