< Αποκαλυψις Ιωαννου 5 >

1 Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν, κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
Then I saw in the right hand of the one who was seated on the throne a scroll written on the front and on the back, sealed with seven seals.
2 καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ, Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
I saw a mighty angel proclaiming with a loud voice, “Who is worthy to open the scroll and break its seals?”
3 καὶ οὐδεὶς ἠδύνατο ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
No one in heaven or on the earth or under the earth was able to open the scroll or to read it.
4 καὶ [ἐγὼ] ἔκλαιον πολύ, ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
I wept bitterly because no one was found worthy to open the scroll or to read it.
5 καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυείδ, ἀνοῖξαι τὸ βιβλίον, καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
But one of the elders said to me, “Do not weep. Look! The Lion of the tribe of Judah, the Root of David, has conquered. He is able to open the scroll and its seven seals.”
6 καὶ εἶδον, ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὼς ὡς ἐσφαγμένον, ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν.
I saw a Lamb standing in the middle of the throne area and among the four living creatures and among the elders. He looked as though he had been killed. He had seven horns and seven eyes, which are the seven spirits of God sent out into all the earth.
7 καὶ ἦλθεν, καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
He went and took hold of the scroll out of the right hand of the one who was seated on the throne.
8 καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσερα ζῷα καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν, καὶ φιάλας χρυσέας γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων·
When he had taken the scroll, the four living creatures and the twenty-four elders fell down before the Lamb. Each of them had a harp and a golden bowl full of incense, which are the prayers of the saints.
9 καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου, ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
They sang a new song: “You are worthy to take the scroll and to open its seals. For you were slaughtered, and with your blood you purchased people for God from every tribe, language, people, and nation.
10 καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς· καὶ βασιλεύουσιν ἐπὶ τῆς γῆς.
You made them a kingdom and priests to serve our God, and they will reign on the earth.”
11 καὶ εἶδον, καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
Then I looked and heard the sound of many angels who encircled the throne and the living creatures and the elders. Their total number was ten thousands of ten thousands and thousands of thousands.
12 λέγοντες φωνῇ μεγάλῃ, Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
They said in a loud voice, “Worthy is the Lamb who has been slaughtered to receive power, wealth, wisdom, strength, honor, glory, and praise.”
13 καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς πάντα, ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
I heard every created thing that was in heaven and on the earth and under the earth and on the sea—everything in them—saying, “To the one who sits on the throne and to the Lamb be praise, honor, glory, and the power to rule, forever and ever.” (aiōn g165)
14 καὶ τὰ τέσσερα ζῷα ἔλεγον, Ἀμήν· καὶ οἱ πρεσβύτεροι ἔπεσαν, καὶ προσεκύνησαν.
The four living creatures said, “Amen!” and the elders fell down and worshiped.

< Αποκαλυψις Ιωαννου 5 >