< Αποκαλυψις Ιωαννου 14 >
1 Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ᾽ αὐτοῦ ἑκατὸν τεσσερακοντατέσσαρες χιλιάδες, ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν.
And I saw, and behold, the Lamb was standing above mount Zion, and with him were one hundred and forty-four thousand, having his name and the name of his Father written on their foreheads.
2 καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης· καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.
And I heard a voice from heaven, like the voice of many waters, and like the voice of a great thunder. And the voice that I heard was like that of singers, while playing on their stringed instruments.
3 καὶ ᾄδουσιν [ὡς] ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου, καὶ ἐνώπιον τῶν τεσσάρων ζώων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδήν, εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς.
And they were singing what seemed like a new canticle before the throne and before the four living creatures and the elders. And no one was able to recite the canticle, except those one hundred and forty-four thousand, who were redeemed from the earth.
4 οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν. οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγει. οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων, ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ·
These are the ones who were not defiled with women, for they are Virgins. These follow the Lamb wherever he will go. These were redeemed from men as the first-fruits for God and for the Lamb.
5 καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.
And in their mouth, no lie was found, for they are without flaw before the throne of God.
6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον, εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, (aiōnios )
And I saw another Angel, flying through the midst of heaven, holding the eternal Gospel, so as to evangelize those sitting upon the earth and those of every nation and tribe and language and people, (aiōnios )
7 λέγων ἐν φωνῇ μεγάλῃ, Φοβήθητε τὸν θεόν, καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ· καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.
saying with a loud voice: “Fear the Lord, and give honor to him, for the hour of his judgment has arrived. And worship him who made heaven and earth, the sea and the sources of water.”
8 Καὶ ἄλλος δεύτερος ἄγγελος ἠκολούθησεν, λέγων, Ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη· ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.
And another Angel followed, saying: “Fallen, fallen is Babylon the great, who inebriated all nations with the wine of her wrath and of fornication.”
9 Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς, λέγων ἐν φωνῇ μεγάλῃ, Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ, ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
And the third Angel followed them, saying with a great voice: “If anyone has worshiped the beast, or his image, or has received his character on his forehead or on his hand,
10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ, τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον ἀγγέλων ἁγίων, καὶ ἐνώπιον τοῦ ἀρνίου·
he shall drink also from the wine of the wrath of God, which has been mixed with strong wine in the cup of his wrath, and he shall be tortured with fire and sulphur in the sight of the holy Angels and before the sight of the Lamb.
11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει· καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτὸς οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ. (aiōn )
And the smoke of their torments shall ascend forever and ever. And they shall have no rest, day or night, those who have worshiped the beast or his image, or who have received the character of his name.” (aiōn )
12 ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν· οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
Here is the patient endurance of the Saints, those who keep the commandments of God and the faith of Jesus.
13 καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ, λεγούσης, Γράψον, Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνήσκοντες ἀπάρτι. Ναί, λέγει τὸ πνεῦμα· ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ᾽ αὐτῶν.
And I heard a voice from heaven, saying to me: “Write: Blessed are the dead, who die in the Lord, now and hereafter, says the Spirit, so that they may find rest from their labors. For their works follow them.”
14 Καὶ εἶδον, καὶ ἰδοὺ νεφέλη λευκή, καὶ ἐπὶ τὴν νεφέλην καθήμενον ὅμοιον υἱῷ ἀνθρώπου, ἔχων ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.
And I saw, and behold, a white cloud. And upon the cloud was one sitting, resembling a son of man, having a crown of gold on his head, and a sharp sickle in his hand.
15 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης, Πέμψον τὸ δρέπανόν σου, καὶ θέρισον, ὅτι ἦλθεν ἡ ὥρα θερίσαι, ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.
And another Angel went forth from the temple, crying out in a great voice to the one sitting upon the cloud: “Send out your sickle and reap! For the hour of reaping has arrived, because the harvest of the earth has ripened.”
16 καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.
And the one who was sitting upon the cloud sent out his sickle to the earth, and the earth was reaped.
17 Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.
And another Angel went forth from the temple that is in heaven; he also had a sharp sickle.
18 καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου, ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησε φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξύ, λέγων, Πέμψον σου τὸ δρέπανον τὸ ὀξύ, καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.
And another Angel went forth from the altar, who held power over fire. And he cried out in a great voice to him who held the sharp sickle, saying: “Send out your sharp sickle, and harvest the clusters of grapes from the vineyard of the earth, because its grapes have matured.”
19 καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.
And the Angel sent out his sharp sickle to the earth, and he harvested the vineyard of the earth, and he cast it into the great basin of the wrath of God.
20 καὶ ἐπατήθη ἡ ληνὸς ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων, ἀπὸ σταδίων χιλίων ἑξακοσίων.
And the basin was trodden beyond the city, and blood went forth from the basin, even as high as the harnesses of horses, out to one thousand six hundred stadia.