< Κατα Ματθαιον 15 >

1 Τότε προσέρχονται τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς λέγοντες,
Then came to Iesus the Scribes and Pharises, which were of Hierusalem, saying,
2 Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας [αὐτῶν, ] ὅταν ἄρτον ἐσθίωσιν.
Why do thy disciples transgresse the tradition of the Elders? for they wash not their hands when they eate bread.
3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν;
But he answered and said vnto them, Why doe yee also transgresse the commandement of God by your tradition?
4 ὁ γὰρ θεὸς εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα· καὶ Ὁ κακολογῶν πα τέρα ἢ μητέρα θανάτῳ τελευτάτω·
For God hath commanded, saying, Honour thy father and mother: and he that curseth father or mother, let him die the death.
5 ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,
But ye say, Whosoeuer shall say to father or mother, By the gift that is offered by me, thou maiest haue profite,
6 οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν.
Though hee honour not his father, or his mother, shalbe free: thus haue ye made the commandement of God of no aucthoritie by your tradition.
7 ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἡσαΐας λέγων,
O hypocrites, Esaias prophecied well of you, saying,
8 Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾽ ἐμοῦ·
This people draweth neere vnto me with their mouth, and honoureth me with the lips, but their heart is farre off from me.
9 μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων.
But in vaine they worship me, teaching for doctrines, mens precepts.
10 Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε·
Then hee called the multitude vnto him, and said to them, Heare and vnderstand.
11 οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
That which goeth into the mouth, defileth not the man, but that which commeth out of the mouth, that defileth the man.
12 Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ λέγουσιν αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
Then came his disciples, and saide vnto him, Perceiuest thou not, that the Pharises are offended in hearing this saying?
13 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται.
But hee answered and saide, Euery plant which mine heauenly Father hath not planted, shalbe rooted vp.
14 ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται.
Let them alone, they be the blinde leaders of the blinde: and if the blinde leade ye blinde, both shall fall into the ditche.
15 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν πα ραβολήν.
Then answered Peter, and said to him, Declare vnto vs this parable.
16 ὁ δὲ εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;
Then said Iesus, Are ye yet without vnderstanding?
17 οὐ νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται;
Perceiue ye not yet, that whatsoeuer entreth into the mouth, goeth into the bellie, and is cast out into the draught?
18 τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον.
But those thinges which proceede out of the mouth, come from the heart, and they defile the man.
19 ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι μοιχεῖαι πορνεῖαι κλοπαὶ ψευδομαρτυρίαι βλασφημίαι.
For out of the heart come euil thoughts, murders, adulteries, fornications, thefts, false testimonies, slaunders.
20 ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
These are the things, which defile the man: but to eat with vnwashen hands, defileth not ye man.
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.
And Iesus went thence, and departed into the coastes of Tyrus and Sidon.
22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἔκραζεν λέγουσα, Ἐλέησόν με, κύριε υἱὸς Δαυείδ. ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται.
And beholde, a woman a Cananite came out of the same coasts, and cried, saying vnto him, Haue mercie on me, O Lord, the sonne of Dauid: my daughter is miserably vexed with a deuil.
23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτουν αὐτὸν λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν.
But hee answered her not a worde. Then came to him his disciples, and besought him, saying, Sende her away, for she crieth after vs.
24 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
But he answered, and said, I am not sent, but vnto the lost sheepe of the house of Israel.
25 ἡ δὲ ἐλθοῦσα προσεκύνει αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι.
Yet she came, and worshipped him, saying, Lord, helpe me.
26 ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις.
And he answered, and said, It is not good to take the childrens bread, and to cast it to whelps.
27 ἡ δὲ εἶπεν, Ναὶ κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν.
But she said, Trueth, Lord: yet in deede the whelpes eate of the crommes, which fall from their masters table.
28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Then Iesus answered, and saide vnto her, O woman, great is thy faith: be it to thee, as thou desirest. And her daughter was made whole at that houre.
29 Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ.
So Iesus went away from thence, and came neere vnto the sea of Galile, and went vp into a mountaine and sate downe there.
30 καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθ᾽ ἑαυτῶν χωλοὺς τυφλοὺς κωφοὺς κυλλοὺς καὶ ἑτέρους πολλούς, καὶ ἔῤῥιψαν αὐτοὺς παρὰ τοὺς πόδας αὐτοῦ· καὶ ἐθεράπευσεν αὐτούς·
And great multitudes came vnto him, hauing with them, halt, blinde, dumme, maymed, and many other, and cast them downe at Iesus feete, and he healed them.
31 ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, καὶ χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
In so much that the multitude wondered, to see the dumme speake, the maimed whole, the halt to goe, and the blinde to see: and they glorified the God of Israel.
32 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μή ποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ.
Then Iesus called his disciples vnto him, and said, I haue compassion on this multitude, because they haue continued with mee already three dayes, and haue nothing to eate: and I wil not let them depart fasting, least they faint in the way.
33 καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ [αὐτοῦ, ] Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον;
And his disciples saide vnto him, Whence should we get so much bread in the wildernes, as should suffice so great a multitude!
34 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.
And Iesus said vnto them, How many loaues haue ye? And they said, Seuen, and a few litle fishes.
35 καὶ παραγγείλας τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τὴν γῆν,
Then he commanded the multitude to sit downe on the ground,
36 ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, καὶ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς [αὐτοῦ, ] οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
And tooke the seuen loaues, and the fishes, and gaue thankes, and brake them, and gaue to his disciples, and the disciples to the multitude.
37 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν, ἑπτὰ σπυρίδας πλήρεις.
And they did all eate, and were sufficed: and they tooke vp of the fragments that remained, seuen baskets full.
38 οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων.
And they that had eaten, were foure thousand men, beside women, and litle children.
39 Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγαδάν.
Then Iesus sent away the multitude, and tooke ship, and came into the partes of Magdala.

< Κατα Ματθαιον 15 >