< Κατα Μαρκον 3 >
1 Καὶ εἰσῆλθεν πάλιν εἰς [τὴν] συναγωγήν, καὶ [ἦν] ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα,
And he entered again into the synagogue; and there was a man there who had a withered hand.
2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσουσιν αὐτοῦ.
And they watched him, [to see] whether he would heal him on the sabbath; that they might accuse him.
3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν χεῖρα ἔχοντι ξηράν, Ἔγειρε εἰς τὸ μέσον.
And he saith to the man who had the withered hand, Stand forth.
4 καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
And he saith to them, Is it lawful to do good on the sabbath, or to do evil? to save life, or to kill? but they held their peace.
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά [σου]. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ.
And when he had looked around on them with anger, being grieved for the hardness of their hearts, he saith to the man, Stretch forth thy hand. And he stretched [it] out: and his hand was restored whole as the other.
6 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρωδιανῶν συμ βούλιον ἐδίδουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
And the Pharisees went forth, and immediately took counsel with the Herodians against him, how they might destroy him.
7 Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν, καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας
But Jesus withdrew himself with his disciples to the sea: and a great multitude from Galilee followed him, and from Judea.
8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούοντες ὅσα ποιεῖ ἦλθον πρὸς αὐτόν.
And from Jerusalem, and from Idumea, and [from] beyond Jordan; and they about Tyre and Sidon, a great multitude, when they had heard what great things he did, came to him.
9 καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.
And he spoke to his disciples, that a small boat should wait on him, because of the multitude, lest they should throng him.
10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας·
For he had healed many; so that they pressed upon him to touch him, as many as had diseases.
11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ, καὶ ἔκραζον λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
And unclean spirits, when they saw him, fell down before him, and cried, saying, Thou art the Son of God.
12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιῶσιν.
And he strictly charged them, that they should not make him known.
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
And he goeth up upon a mountain, and calleth [to him] whom he would: and they came to him.
14 Καὶ ἐποίησεν δώδεκα ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
And he ordained twelve, that they should be with him, and that he might send them forth to preach,
15 καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια·
And to have power to heal sicknesses, and to cast out demons.
16 καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον·
And Simon he surnamed Peter.
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
And James the [son] of Zebedee, and John the brother of James, (and he surnamed them Boanerges, which is, Sons of thunder, )
18 καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Μαθθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Καναναῖον,
And Andrew, and Philip, and Bartholomew, and Matthew, and Thomas, and James the [son] of Alpheus, and Thaddeus, and Simon the Canaanite,
19 καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.
And Judas Iscariot, who also betrayed him: and they went into a house.
20 Καὶ ἔρχονται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν.
And the multitude cometh together again, so that they could not so much as eat bread.
21 καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν. ἔλεγον γὰρ ὅτι ἐξέστη.
And when his friends heard [of it], they went out to lay hold on him: for they said, He is beside himself.
22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύ μων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
And the scribes who came down from Jerusalem, said, He hath Beelzebub, and by the prince of the demons he casteth out demons.
23 καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
And he called them [to him], and said to them in parables, How can Satan cast out Satan?
24 καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
And if a kingdom be divided against itself, that kingdom cannot stand.
25 καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη στῆναι.
And if a house be divided against itself, that house cannot stand.
26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται στῆναι, ἀλλὰ τέλος ἔχει.
And if Satan rise up against himself, and be divided, he cannot stand, but hath an end.
27 ἀλλ᾽ οὐδεὶς δύναται εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
No man can enter into a strong man's house, and seize his goods, except he will first bind the strong man; and then he will plunder his house.
28 ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, καὶ αἱ βλασφημίαι ὅσα ἐὰν βλασφημήσωσιν·
Verily I say to you, All sins shall be forgiven to the sons of men, and any blasphemies with which they shall blaspheme:
29 ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος· (aiōn , aiōnios )
But he that shall blaspheme against the Holy Spirit never hath forgiveness, but is in danger of eternal damnation: (aiōn , aiōnios )
30 ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
Because they said, He hath an unclean spirit.
31 Καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω στήκοντες ἀπέστειλαν πρὸς αὐτόν, καλοῦντες αὐτόν.
There came then his brethren and his mother, and standing without, they sent to him, calling him.
32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ, Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσίν σε.
And the multitude sat about him, and they said to him, Behold, thy mother, and thy brethren without seek for thee.
33 καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, Τίς ἐστιν ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί [μου];
And he answered them, saying, Who is my mother, or my brethren?
34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει, Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
And he looked around on them who sat about him, and said, Behold, my mother and my brethren!
35 ὃς [γὰρ] ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
For whoever shall do the will of God, the same is my brother, and my sister, and mother.