< Κατα Μαρκον 16 >
1 Καὶ διαγενομένου τοῦ σαββάτου Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ [τοῦ] Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν.
και διαγενομενου του σαββατου μαρια η μαγδαληνη και μαρια ιακωβου και σαλωμη ηγορασαν αρωματα ινα ελθουσαι αλειψωσιν αυτον
2 καὶ λίαν πρωῒ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου.
και λιαν πρωι τησ μιασ σαββατων ερχονται επι το μνημειον ανατειλαντοσ του ηλιου
3 καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἀπὸ τῆς θύρας τοῦ μνημείου;
και ελεγον προσ εαυτασ τισ αποκυλισει ημιν τον λιθον εκ τησ θυρασ του μνημειου
4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀνακεκύλισται ὁ λίθος· ἦν γὰρ μέγας σφόδρα.
και αναβλεψασαι θεωρουσιν οτι αποκεκυλισται ο λιθοσ ην γαρ μεγασ σφοδρα
5 καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν· καὶ ἐξεθαμβήθησαν.
και εισελθουσαι εισ το μνημειον ειδον νεανισκον καθημενον εν τοισ δεξιοισ περιβεβλημενον στολην λευκην και εξεθαμβηθησαν
6 ὁ δὲ λέγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε. Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον· ἠγέρθη, οὐκ ἔστιν ὧδε· ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν.
ο δε λεγει αυταισ μη εκθαμβεισθε ιησουν ζητειτε τον ναζαρηνον τον εσταυρωμενον ηγερθη ουκ εστιν ωδε ιδε ο τοποσ οπου εθηκαν αυτον
7 ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.
αλλ υπαγετε ειπατε τοισ μαθηταισ αυτου και τω πετρω οτι προαγει υμασ εισ την γαλιλαιαν εκει αυτον οψεσθε καθωσ ειπεν υμιν
8 καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημείου· εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις· καὶ οὐδενὶ οὐδὲν εἶπον· ἐφοβοῦντο γάρ.
και εξελθουσαι εφυγον απο του μνημειου ειχεν δε αυτασ τρομοσ και εκστασισ και ουδενι ουδεν ειπον εφοβουντο γαρ
9 (note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) ΚΑΤΑ ΜΑΡΚΟΝ. Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, παρ᾽ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
(note: The most reliable and earliest manuscripts do not include Mark 16:9-20.) αναστασ δε πρωι πρωτη σαββατου εφανη πρωτον μαρια τη μαγδαληνη αφ ησ εκβεβληκει επτα δαιμονια
10 ἐκείνη πορευθεῖσα ἀπήγγειλεν τοῖς μετ᾽ αὐτοῦ γενομένοις, πενθοῦσιν καὶ κλαίουσιν.
εκεινη πορευθεισα απηγγειλεν τοισ μετ αυτου γενομενοισ πενθουσιν και κλαιουσιν
11 κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾽ αὐτῆς ἠπίστησαν.
κακεινοι ακουσαντεσ οτι ζη και εθεαθη υπ αυτησ ηπιστησαν
12 μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν.
μετα δε ταυτα δυσιν εξ αυτων περιπατουσιν εφανερωθη εν ετερα μορφη πορευομενοισ εισ αγρον
13 κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.
κακεινοι απελθοντεσ απηγγειλαν τοισ λοιποισ ουδε εκεινοισ επιστευσαν
14 ὕστερον δὲ ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισεν τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.
υστερον ανακειμενοισ αυτοισ τοισ ενδεκα εφανερωθη και ωνειδισεν την απιστιαν αυτων και σκληροκαρδιαν οτι τοισ θεασαμενοισ αυτον εγηγερμενον ουκ επιστευσαν
15 καὶ εἶπεν αὐτοῖς, Πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.
και ειπεν αυτοισ πορευθεντεσ εισ τον κοσμον απαντα κηρυξατε το ευαγγελιον παση τη κτισει
16 ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται.
ο πιστευσασ και βαπτισθεισ σωθησεται ο δε απιστησασ κατακριθησεται
17 σημεῖα δὲ τοῖς πιστεύσασιν ἀκολουθήσει ταῦτα· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν, γλώσσαις λαλήσουσιν,
σημεια δε τοισ πιστευσασιν ταυτα παρακολουθησει εν τω ονοματι μου δαιμονια εκβαλουσιν γλωσσαισ λαλησουσιν καιναισ
18 καὶ ἐν ταῖς χερσὶν ὄφεις ἀροῦσιν, κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ· ἐπὶ ἀῤῥώστους χεῖρας ἐπιθήσουσιν, καὶ καλῶς ἕξουσιν.
οφεισ αρουσιν καν θανασιμον τι πιωσιν ου μη αυτουσ βλαψη επι αρρωστουσ χειρασ επιθησουσιν και καλωσ εξουσιν
19 Ὁ μὲν οὖν κύριος Ἰησοῦς, μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ·
ο μεν ουν κυριοσ μετα το λαλησαι αυτοισ ανεληφθη εισ τον ουρανον και εκαθισεν εκ δεξιων του θεου
20 ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ΚΑΤΑ ΜΑΡΚΟΝ.
εκεινοι δε εξελθοντεσ εκηρυξαν πανταχου του κυριου συνεργουντοσ και τον λογον βεβαιουντοσ δια των επακολουθουντων σημειων αμην