< Κατα Μαρκον 12 >
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν, Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
Jesus began to speak to them in parables, “A man once planted a vineyard, put a fence around it, dug a wine-press, built a tower, and then let it out to tenants and went abroad.
2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος·
At the proper time he sent a servant to the tenants, to receive from them a share of the produce of the grape harvest;
3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.
but they seized him, and beat him, and sent him away empty-handed.
4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλαίωσαν, καὶ ἠτίμησαν.
A second time the owner sent a servant to them; this man, too, the tenants struck on the head, and insulted.
5 καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
He sent another, but him they killed; and so with many others – some they beat and some they killed.
6 ἔτι ἕνα εἶχεν υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτούς, λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου.
He had still one son, who was very dear to him; and him he sent to them last of all. ‘They will respect my son,’ he said.
7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.
But those tenants said to one another ‘Here is the heir! Come, let us kill him, and his inheritance will be ours.’
8 καὶ λαβόντες ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
So they seized him, and killed him, and threw his body outside the vineyard.
9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
What will the owner of the vineyard do? He will come and put the tenants to death, and he will let the vineyard to others.
10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
“Have you never read this passage of scripture? – ‘The stone which the builders despised has now itself become the cornerstone;
11 παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
this cornerstone has come from the Lord, and is marvelous in our eyes.’”
12 καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
After this his enemies were eager to arrest him, but they were afraid of the crowd; for they saw that it was at them that he had aimed the parable. So they left him alone, and went away.
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρωδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
Afterward they sent to Jesus some of the Pharisees and Herodians, to set a trap for him in the course of conversation.
14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις. ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν, ἢ μὴ δῶμεν;
These men came to him and said, “Teacher, we know that you are an honest man, and are not afraid of anyone, for you pay no regard to a person’s position, but teach the way of God honestly; are we right in paying taxes to the Emperor, or not?
15 ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; φέρετέ μοι δηνάριον, ἵνα ἴδω.
Should we pay, or should we not pay?” Knowing their hypocrisy, Jesus said to them, “Why are you testing me? Bring me a coin to look at.”
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ, Καίσαρος.
And, when they had brought it, he asked, “Whose head and title are these?” “The Emperor’s,” they said;
17 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἐθαύμαζον ἐπ᾽ αὐτῷ.
and Jesus replied, “Pay to the Emperor what belongs to the Emperor, and to God what belongs to God.” And they were amazed at him.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες,
Next came some Sadducees – the men who maintain that there is no resurrection. Their question was this –
19 Διδάσκαλε, Μωυσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα, καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ·
“Teacher, in our scriptures Moses decreed that, should a man’s brother die, leaving a widow but no child, the man should take the widow as his wife, and raise up a family for his brother.
20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀποθνήσκων οὐκ ἀφῆκεν σπέρμα·
There were once seven brothers. The eldest married, but died and left no family;
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως·
and the second married his widow, and died without family; and so did the third.
22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα. ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
All the seven died and left no family. The woman herself died last of all.
23 ἐν τῇ ἀναστάσει, τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
At the resurrection whose wife will she be, all seven brothers having had her as their wife?”
24 ἔφη αὐτοῖς ὁ Ἰησοῦς, Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;
“Is not the reason of your mistake,” answered Jesus, “your ignorance of the scriptures and of the power of God?
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶ σιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι [οἱ] ἐν τοῖς οὐρανοῖς.
When people rise from the dead, there is no marrying or being married; but they are as angels in heaven.
26 περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωυσέως ἐπὶ τοῦ βάτου, πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων, Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ;
“As to the dead, and the fact that they rise, have you never read in the book of Moses, in the passage about the Bush, how God spoke to him saying – ‘I am the God of Abraham, and the God of Isaac, and the God of Jacob’?
27 οὐκ ἔστιν θεὸς νεκρῶν, ἀλλὰ ζώντων· [ὑμεῖς οὖν] πολὺ πλανᾶσθε.
He is not God of dead people, but of living. You are greatly mistaken.”
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συνζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;
Then came up one of the teachers of the Law who had heard their discussions. Knowing that Jesus had answered them wisely, he asked him this question, “Which commandment is the most important of all?”
29 Ἀπεκρίθη ὁ Ἰησοῦς [αὐτῷ] ὅτι Πρώτη ἐστίν, Ἄκουε Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστίν·
“The most important,” answered Jesus, “is – ‘Hear, Israel; the Lord our God is the one Lord;
30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή.
and you must love the Lord your God with all your heart, and with all your soul, and with all your mind, and with all your strength.’
31 δευτέρα ὁμοία αὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.
The second is this – ‘You must love your neighbor as you love yourself.’ There is no commandment greater than these.”
32 καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστίν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ.
“Wisely answered, teacher!” exclaimed the teacher of the Law. “It is true, as you say, that there is one God, and that there is no other besides him;
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ψυχῆς, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.
and to love him with all one’s heart, and with all one’s understanding, and with all one’s strength, and to love one’s neighbor as one loves oneself is far beyond all burnt offerings and sacrifices.”
34 καὶ ὁ Ἰησοῦς ἰδὼν [αὐτὸν] ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Seeing that he had answered with discernment, Jesus said to him, “You are not far from the kingdom of God.” After that no one ventured to question him further.
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς Δαυείδ ἐστιν;
While Jesus was teaching in the Temple Courts, he asked, “How is it that the teachers of the Law say that the Christ is to be David’s son?
36 αὐτὸς [γὰρ] Δαυεὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ, Λέγει κύριος τῷ κυρίῳ μου, Κάθισον ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
David said himself, speaking under the inspiration of the Holy Spirit – ‘The Lord said to my lord: Sit at my right hand, until I put your enemies beneath your feet.’
37 αὐτὸς Δαυεὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
David himself calls him ‘lord,’ how comes it, then, that he is to be his son?” The mass of the people listened to Jesus with delight.
38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν, Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
In the course of his teaching, Jesus said, “See that you are on your guard against the teachers of the Law, who delight to walk about in long robes, and to be greeted in the streets with respect,
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις·
and to have the best seats in the synagogues, and places of honor at dinner.
40 οἱ κατέσθοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι, οὗτοι λήμψονται περισσότερον κρίμα.
They are the men who rob widows of their homes, and make a pretense of saying long prayers. Their sentence will be all the heavier.”
41 Καὶ καθίσας ἀπέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·
Then Jesus sat down opposite the chests for the Temple offerings, and watched how the people put money into them. Many rich people were putting in large sums;
42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
but one poor widow came and put in two small coins, worth very little.
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·
Then, calling his disciples to him, Jesus said, “I tell you that this poor widow has put in more than all the others who were putting money into the chests;
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς
for everyone else put in something from what he had to spare, while she, in her need, put in all she had – everything that she had to live on.”