< Κατα Λουκαν 4 >

1 Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ
ततः परं यीशुः पवित्रेणात्मना पूर्णः सन् यर्द्दननद्याः परावृत्यात्मना प्रान्तरं नीतः सन् चत्वारिंशद्दिनानि यावत् शैताना परीक्षितोऽभूत्,
2 ἡμέρας τεσσεράκοντα, πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν.
किञ्च तानि सर्व्वदिनानि भोजनं विना स्थितत्वात् काले पूर्णे स क्षुधितवान्।
3 εἶπεν δὲ αὐτῷ ὁ διάβολος, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
ततः शैतानागत्य तमवदत् त्वं चेदीश्वरस्य पुत्रस्तर्हि प्रस्तरानेतान् आज्ञया पूपान् कुरु।
4 καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς, Γέγραπται ὅτι Οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος, [ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι θεοῦ].
तदा यीशुरुवाच, लिपिरीदृशी विद्यते मनुजः केवलेन पूपेन न जीवति किन्त्वीश्वरस्य सर्व्वाभिराज्ञाभि र्जीवति।
5 Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·
तदा शैतान् तमुच्चं पर्व्वतं नीत्वा निमिषैकमध्ये जगतः सर्व्वराज्यानि दर्शितवान्।
6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος, Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν·
पश्चात् तमवादीत् सर्व्वम् एतद् विभवं प्रतापञ्च तुभ्यं दास्यामि तन् मयि समर्पितमास्ते यं प्रति ममेच्छा जायते तस्मै दातुं शक्नोमि,
7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.
त्वं चेन्मां भजसे तर्हि सर्व्वमेतत् तवैव भविष्यति।
8 καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς, Γέγραπται· κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
तदा यीशुस्तं प्रत्युक्तवान् दूरी भव शैतान् लिपिरास्ते, निजं प्रभुं परमेश्वरं भजस्व केवलं तमेव सेवस्व च।
9 Ἤγαγεν δὲ αὐτὸν εἰς Ἱερουσαλήμ, καὶ ἔστησεν [αὐτὸν] ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
अथ शैतान् तं यिरूशालमं नीत्वा मन्दिरस्य चूडाया उपरि समुपवेश्य जगाद त्वं चेदीश्वरस्य पुत्रस्तर्हि स्थानादितो लम्फित्वाधः
10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε,
पत यतो लिपिरास्ते, आज्ञापयिष्यति स्वीयान् दूतान् स परमेश्वरः।
11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
रक्षितुं सर्व्वमार्गे त्वां तेन त्वच्चरणे यथा। न लगेत् प्रस्तराघातस्त्वां धरिष्यन्ति ते तथा।
12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Εἴρηται, Οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
तदा यीशुना प्रत्युक्तम् इदमप्युक्तमस्ति त्वं स्वप्रभुं परेशं मा परीक्षस्व।
13 Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.
पश्चात् शैतान् सर्व्वपरीक्षां समाप्य क्षणात्तं त्यक्त्वा ययौ।
14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν, καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ·
तदा यीशुरात्मप्रभावात् पुनर्गालील्प्रदेशं गतस्तदा तत्सुख्यातिश्चतुर्दिशं व्यानशे।
15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
स तेषां भजनगृहेषु उपदिश्य सर्व्वैः प्रशंसितो बभूव।
16 Καὶ ἦλθεν εἰς Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
अथ स स्वपालनस्थानं नासरत्पुरमेत्य विश्रामवारे स्वाचाराद् भजनगेहं प्रविश्य पठितुमुत्तस्थौ।
17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἡσαΐου· καὶ ἀνοίξας τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον,
ततो यिशयियभविष्यद्वादिनः पुस्तके तस्य करदत्ते सति स तत् पुस्तकं विस्तार्य्य यत्र वक्ष्यमाणानि वचनानि सन्ति तत् स्थानं प्राप्य पपाठ।
18 Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
आत्मा तु परमेशस्य मदीयोपरि विद्यते। दरिद्रेषु सुसंवादं वक्तुं मां सोभिषिक्तवान्। भग्नान्तः करणाल्लोकान् सुस्वस्थान् कर्त्तुमेव च। बन्दीकृतेषु लोकेषु मुक्ते र्घोषयितुं वचः। नेत्राणि दातुमन्धेभ्यस्त्रातुं बद्धजनानपि।
19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.
परेशानुग्रहे कालं प्रचारयितुमेव च। सर्व्वैतत्करणार्थाय मामेव प्रहिणोति सः॥
20 Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν, καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
ततः पुस्तकं बद्व्वा परिचारकस्य हस्ते समर्प्य चासने समुपविष्टः, ततो भजनगृहे यावन्तो लोका आसन् ते सर्व्वेऽनन्यदृष्ट्या तं विलुलोकिरे।
21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
अनन्तरम् अद्यैतानि सर्व्वाणि लिखितवचनानि युष्माकं मध्ये सिद्धानि स इमां कथां तेभ्यः कथयितुमारेभे।
22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον, Οὐχὶ οὗτός ἐστιν [ὁ] υἱὸς Ἰωσήφ;
ततः सर्व्वे तस्मिन् अन्वरज्यन्त, किञ्च तस्य मुखान्निर्गताभिरनुग्रहस्य कथाभिश्चमत्कृत्य कथयामासुः किमयं यूषफः पुत्रो न?
23 καὶ εἶπεν πρὸς αὐτούς, Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, Ἰατρὲ θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα εἰς Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
तदा सोऽवादीद् हे चिकित्सक स्वमेव स्वस्थं कुरु कफर्नाहूमि यद्यत् कृतवान् तदश्रौष्म ताः सर्वाः क्रिया अत्र स्वदेशे कुरु कथामेतां यूयमेवावश्यं मां वदिष्यथ।
24 εἶπεν δέ, Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
पुनः सोवादीद् युष्मानहं यथार्थं वदामि, कोपि भविष्यद्वादी स्वदेशे सत्कारं न प्राप्नोति।
25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἡλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·
अपरञ्च यथार्थं वच्मि, एलियस्य जीवनकाले यदा सार्द्धत्रितयवर्षाणि यावत् जलदप्रतिबन्धात् सर्व्वस्मिन् देशे महादुर्भिक्षम् अजनिष्ट तदानीम् इस्रायेलो देशस्य मध्ये बह्व्यो विधवा आसन्,
26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἡλίας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυ ναῖκα χήραν.
किन्तु सीदोन्प्रदेशीयसारिफत्पुरनिवासिनीम् एकां विधवां विना कस्याश्चिदपि समीपे एलियः प्रेरितो नाभूत्।
27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.
अपरञ्च इलीशायभविष्यद्वादिविद्यमानताकाले इस्रायेल्देशे बहवः कुष्ठिन आसन् किन्तु सुरीयदेशीयं नामान्कुष्ठिनं विना कोप्यन्यः परिष्कृतो नाभूत्।
28 καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα·
इमां कथां श्रुत्वा भजनगेहस्थिता लोकाः सक्रोधम् उत्थाय
29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν·
नगरात्तं बहिष्कृत्य यस्य शिखरिण उपरि तेषां नगरं स्थापितमास्ते तस्मान्निक्षेप्तुं तस्य शिखरं तं निन्युः
30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
किन्तु स तेषां मध्यादपसृत्य स्थानान्तरं जगाम।
31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας· καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν·
ततः परं यीशुर्गालील्प्रदेशीयकफर्नाहूम्नगर उपस्थाय विश्रामवारे लोकानुपदेष्टुम् आरब्धवान्।
32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
तदुपदेशात् सर्व्वे चमच्चक्रु र्यतस्तस्य कथा गुरुतरा आसन्।
33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ
तदानीं तद्भजनगेहस्थितोऽमेध्यभूतग्रस्त एको जन उच्चैः कथयामास,
34 [λέγων], Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
हे नासरतीययीशोऽस्मान् त्यज, त्वया सहास्माकं कः सम्बन्धः? किमस्मान् विनाशयितुमायासि? त्वमीश्वरस्य पवित्रो जन एतदहं जानामि।
35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων, Φιμώθητι καὶ ἔξελθε ἀπ᾽ αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
तदा यीशुस्तं तर्जयित्वावदत् मौनी भव इतो बहिर्भव; ततः सोमेध्यभूतस्तं मध्यस्थाने पातयित्वा किञ्चिदप्यहिंसित्वा तस्माद् बहिर्गतवान्।
36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
ततः सर्व्वे लोकाश्चमत्कृत्य परस्परं वक्तुमारेभिरे कोयं चमत्कारः। एष प्रभावेण पराक्रमेण चामेध्यभूतान् आज्ञापयति तेनैव ते बहिर्गच्छन्ति।
37 καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
अनन्तरं चतुर्दिक्स्थदेशान् तस्य सुख्यातिर्व्याप्नोत्।
38 Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος· πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
तदनन्तरं स भजनगेहाद् बहिरागत्य शिमोनो निवेशनं प्रविवेश तदा तस्य श्वश्रूर्ज्वरेणात्यन्तं पीडितासीत् शिष्यास्तदर्थं तस्मिन् विनयं चक्रुः।
39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
ततः स तस्याः समीपे स्थित्वा ज्वरं तर्जयामास तेनैव तां ज्वरोऽत्याक्षीत् ततः सा तत्क्षणम् उत्थाय तान् सिषेवे।
40 Δύνοντος δὲ τοῦ ἡλίου πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιτιθεὶς ἐθεράπευεν αὐτούς.
अथ सूर्य्यास्तकाले स्वेषां ये ये जना नानारोगैः पीडिता आसन् लोकास्तान् यीशोः समीपम् आनिन्युः, तदा स एकैकस्य गात्रे करमर्पयित्वा तानरोगान् चकार।
41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν κράζοντα, καὶ λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
ततो भूता बहुभ्यो निर्गत्य चीत्शब्दं कृत्वा च बभाषिरे त्वमीश्वरस्य पुत्रोऽभिषिक्तत्राता; किन्तु सोभिषिक्तत्रातेति ते विविदुरेतस्मात् कारणात् तान् तर्जयित्वा तद्वक्तुं निषिषेध।
42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν· καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν.
अपरञ्च प्रभाते सति स विजनस्थानं प्रतस्थे पश्चात् जनास्तमन्विच्छन्तस्तन्निकटं गत्वा स्थानान्तरगमनार्थं तमन्वरुन्धन्।
43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.
किन्तु स तान् जगाद, ईश्वरीयराज्यस्य सुसंवादं प्रचारयितुम् अन्यानि पुराण्यपि मया यातव्यानि यतस्तदर्थमेव प्रेरितोहं।
44 Καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Γαλιλαίας.
अथ गालीलो भजनगेहेषु स उपदिदेश।

< Κατα Λουκαν 4 >