< Κατα Λουκαν 24 >

1 Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα.
अथ सप्ताहप्रथमदिनेऽतिप्रत्यूषे ता योषितः सम्पादितं सुगन्धिद्रव्यं गृहीत्वा तदन्याभिः कियतीभिः स्त्रीभिः सह श्मशानं ययुः।
2 Εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
किन्तु श्मशानद्वारात् पाषाणमपसारितं दृष्ट्वा
3 εἰσελθοῦσαι δὲ οὐχ εὗρον τὸ σῶμα τοῦ κυρίου Ἰησοῦ.
ताः प्रविश्य प्रभो र्देहमप्राप्य
4 καὶ ἐγένετο ἐν τῷ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου, καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ.
व्याकुला भवन्ति एतर्हि तेजोमयवस्त्रान्वितौ द्वौ पुरुषौ तासां समीपे समुपस्थितौ
5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὰ πρόσωπα εἰς τὴν γῆν, εἶπαν πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
तस्मात्ताः शङ्कायुक्ता भूमावधोमुख्यस्यस्थुः। तदा तौ ता ऊचतु र्मृतानां मध्ये जीवन्तं कुतो मृगयथ?
6 οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
सोत्र नास्ति स उदस्थात्।
7 λέγων, Τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
पापिनां करेषु समर्पितेन क्रुशे हतेन च मनुष्यपुत्रेण तृतीयदिवसे श्मशानादुत्थातव्यम् इति कथां स गलीलि तिष्ठन् युष्मभ्यं कथितवान् तां स्मरत।
8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
तदा तस्य सा कथा तासां मनःसु जाता।
9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς.
अनन्तरं श्मशानाद् गत्वा ता एकादशशिष्यादिभ्यः सर्व्वेभ्यस्तां वार्त्तां कथयामासुः।
10 [ἦσαν δὲ] ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάνα καὶ Μαρία ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
मग्दलीनीमरियम्, योहना, याकूबो माता मरियम् तदन्याः सङ्गिन्यो योषितश्च प्रेरितेभ्य एताः सर्व्वा वार्त्ताः कथयामासुः
11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς.
किन्तु तासां कथाम् अनर्थकाख्यानमात्रं बुद्ध्वा कोपि न प्रत्यैत्।
12 [ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα, καὶ ἀπῆλθεν πρὸς αὐτὸν θαυμάζων τὸ γεγονός.]
तदा पितर उत्थाय श्मशानान्तिकं दधाव, तत्र च प्रह्वो भूत्वा पार्श्वैकस्थापितं केवलं वस्त्रं ददर्श; तस्मादाश्चर्य्यं मन्यमानो यदघटत तन्मनसि विचारयन् प्रतस्थे।
13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμε νοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς·
तस्मिन्नेव दिने द्वौ शिय्यौ यिरूशालमश्चतुष्क्रोशान्तरितम् इम्मायुग्रामं गच्छन्तौ
14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
तासां घटनानां कथामकथयतां
15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συνζητεῖν, καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς·
तयोरालापविचारयोः काले यीशुरागत्य ताभ्यां सह जगाम
16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
किन्तु यथा तौ तं न परिचिनुतस्तदर्थं तयो र्दृष्टिः संरुद्धा।
17 εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λόγοι οὗτοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; (καὶ ἐστάθησαν σκυθρωποί·)
स तौ पृष्टवान् युवां विषण्णौ किं विचारयन्तौ गच्छथः?
18 ἀποκριθεὶς δὲ εἷς ὀνόματι Κλεόπας, εἶπεν πρὸς αὐτόν, Σὺ μόνος παροικεῖς Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
ततस्तयोः क्लियपानामा प्रत्युवाच यिरूशालमपुरेऽधुना यान्यघटन्त त्वं केवलविदेशी किं तद्वृत्तान्तं न जानासि?
19 καὶ εἶπεν αὐτοῖς, Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
स पप्रच्छ का घटनाः? तदा तौ वक्तुमारेभाते यीशुनामा यो नासरतीयो भविष्यद्वादी ईश्वरस्य मानुषाणाञ्च साक्षात् वाक्ये कर्म्मणि च शक्तिमानासीत्
20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν·
तम् अस्माकं प्रधानयाजका विचारकाश्च केनापि प्रकारेण क्रुशे विद्ध्वा तस्य प्राणाननाशयन् तदीया घटनाः;
21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ. ἀλλά γε καὶ σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ἄγει [σήμερον] ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
किन्तु य इस्रायेलीयलोकान् उद्धारयिष्यति स एवायम् इत्याशास्माभिः कृता।तद्यथा तथास्तु तस्या घटनाया अद्य दिनत्रयं गतं।
22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον,
अधिकन्त्वस्माकं सङ्गिनीनां कियत्स्त्रीणां मुखेभ्योऽसम्भववाक्यमिदं श्रुतं;
23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῇν.
ताः प्रत्यूषे श्मशानं गत्वा तत्र तस्य देहम् अप्राप्य व्याघुट्येत्वा प्रोक्तवत्यः स्वर्गीसदूतौ दृष्टावस्माभिस्तौ चावादिष्टां स जीवितवान्।
24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
ततोस्माकं कैश्चित् श्मशानमगम्यत तेऽपि स्त्रीणां वाक्यानुरूपं दृष्टवन्तः किन्तु तं नापश्यन्।
25 Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται·
तदा स तावुवाच, हे अबोधौ हे भविष्यद्वादिभिरुक्तवाक्यं प्रत्येतुं विलम्बमानौ;
26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
एतत्सर्व्वदुःखं भुक्त्वा स्वभूतिप्राप्तिः किं ख्रीष्टस्य न न्याय्या?
27 καὶ ἀρξάμενος ἀπὸ Μωυσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ αὐτοῦ.
ततः स मूसाग्रन्थमारभ्य सर्व्वभविष्यद्वादिनां सर्व्वशास्त्रे स्वस्मिन् लिखिताख्यानाभिप्रायं बोधयामास।
28 καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπο ρεύοντο, καὶ αὐτὸς προσεποιήσατο ποῤῥώτερον πορεύεσθαι·
अथ गम्यग्रामाभ्यर्णं प्राप्य तेनाग्रे गमनलक्षणे दर्शिते
29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ἤδη ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς.
तौ साधयित्वावदतां सहावाभ्यां तिष्ठ दिने गते सति रात्रिरभूत्; ततः स ताभ्यां सार्द्धं स्थातुं गृहं ययौ।
30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
पश्चाद्भोजनोपवेशकाले स पूपं गृहीत्वा ईश्वरगुणान् जगाद तञ्च भंक्त्वा ताभ्यां ददौ।
31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
तदा तयो र्दृष्टौ प्रसन्नायां तं प्रत्यभिज्ञतुः किन्तु स तयोः साक्षादन्तर्दधे।
32 καὶ εἶπαν πρὸς ἀλλήλους, Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν [ἐν ἡμῖν] ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
ततस्तौ मिथोभिधातुम् आरब्धवन्तौ गमनकाले यदा कथामकथयत् शास्त्रार्थञ्चबोधयत् तदावयो र्बुद्धिः किं न प्राज्वलत्?
33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον ἠθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
तौ तत्क्षणादुत्थाय यिरूशालमपुरं प्रत्याययतुः, तत्स्थाने शिष्याणाम् एकादशानां सङ्गिनाञ्च दर्शनं जातं।
34 λέγοντας ὅτι Ὄντως ἠγέρθη ὁ κύριος, καὶ ὤφθη Σίμωνι.
ते प्रोचुः प्रभुरुदतिष्ठद् इति सत्यं शिमोने दर्शनमदाच्च।
35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
ततः पथः सर्व्वघटनायाः पूपभञ्जनेन तत्परिचयस्य च सर्व्ववृत्तान्तं तौ वक्तुमारेभाते।
36 ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν.
इत्थं ते परस्परं वदन्ति तत्काले यीशुः स्वयं तेषां मध्य प्रोत्थय युष्माकं कल्याणं भूयाद् इत्युवाच,
37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
किन्तु भूतं पश्याम इत्यनुमाय ते समुद्विविजिरे त्रेषुश्च।
38 καὶ εἶπεν αὐτοῖς, Τί τεταραγμένοι ἐστέ; καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ ὑμῶν;
स उवाच, कुतो दुःखिता भवथ? युष्माकं मनःसु सन्देह उदेति च कुतः?
39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
एषोहं, मम करौ पश्यत वरं स्पृष्ट्वा पश्यत, मम यादृशानि पश्यथ तादृशानि भूतस्य मांसास्थीनि न सन्ति।
40 [καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]
इत्युक्त्वा स हस्तपादान् दर्शयामास।
41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς, Ἔχετέ τι βρώσιμον ἐνθάδε;
तेऽसम्भवं ज्ञात्वा सानन्दा न प्रत्ययन्। ततः स तान् पप्रच्छ, अत्र युष्माकं समीपे खाद्यं किञ्चिदस्ति?
42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος, [καὶ ἀπὸ μελισσίου κηρίου.]
ततस्ते कियद्दग्धमत्स्यं मधु च ददुः
43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
स तदादाय तेषां साक्षाद् बुभुजे
44 εἶπεν δὲ πρὸς αὐτούς, Οὗτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσέως καὶ [τοῖς] προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
कथयामास च मूसाव्यवस्थायां भविष्यद्वादिनां ग्रन्थेषु गीतपुस्तके च मयि यानि सर्व्वाणि वचनानि लिखितानि तदनुरूपाणि घटिष्यन्ते युष्माभिः सार्द्धं स्थित्वाहं यदेतद्वाक्यम् अवदं तदिदानीं प्रत्यक्षमभूत्।
45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς·
अथ तेभ्यः शास्त्रबोधाधिकारं दत्वावदत्,
46 καὶ εἶπεν αὐτοῖς ὅτι Οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
ख्रीष्टेनेत्थं मृतियातना भोक्तव्या तृतीयदिने च श्मशानादुत्थातव्यञ्चेति लिपिरस्ति;
47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενοι ἀπὸ Ἱερουσαλήμ.
तन्नाम्ना यिरूशालममारभ्य सर्व्वदेशे मनःपरावर्त्तनस्य पापमोचनस्य च सुसंवादः प्रचारयितव्यः,
48 ὑμεῖς [ἐστε] μάρτυρες τούτων.
एषु सर्व्वेषु यूयं साक्षिणः।
49 καὶ ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν.
अपरञ्च पश्यत पित्रा यत् प्रतिज्ञातं तत् प्रेषयिष्यामि, अतएव यावत्कालं यूयं स्वर्गीयां शक्तिं न प्राप्स्यथ तावत्कालं यिरूशालम्नगरे तिष्ठत।
50 Ἐξήγαγεν δὲ αὐτοὺς ἕως πρὸς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
अथ स तान् बैथनीयापर्य्यन्तं नीत्वा हस्तावुत्तोल्य आशिष वक्तुमारेभे
51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν, καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
आशिषं वदन्नेव च तेभ्यः पृथग् भूत्वा स्वर्गाय नीतोऽभवत्।
52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης·
तदा ते तं भजमाना महानन्देन यिरूशालमं प्रत्याजग्मुः।
53 καὶ ἦσαν διαπαντὸς ἐν τῷ ἱερῷ [αἰνοῦντες καὶ] εὐλογοῦντες τὸν θεόν. ΚΑΤΑ ΛΟΥΚΑΝ.
ततो निरन्तरं मन्दिरे तिष्ठन्त ईश्वरस्य प्रशंसां धन्यवादञ्च कर्त्तम् आरेभिरे। इति॥

< Κατα Λουκαν 24 >