< Κατα Λουκαν 12 >
1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυ τοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
In the mean time, when there was gathered an innumerable multitude of people, so that they trod one upon another, he began to say to his disciples first of all, Beware ye of the leaven of the Pharisees, which is hypocrisy.
2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
For there is nothing covered, that shall not be revealed; neither hid, that shall not be known.
3 ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
Therefore, whatever ye have spoken in darkness, shall be heard in the light; and that which ye have spoken in the ear in closets, shall be proclaimed upon the house-tops.
4 λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι.
And I say to you, my friends, Be not afraid of them that kill the body, and after that have no more that they can do.
5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναὶ λέγω ὑμῖν, τοῦτον φοβήθητε. (Geenna )
But I will forewarn you whom ye shall fear: Fear him, who after he hath killed, hath power to cast into hell; yes, I say to you, Fear him. (Geenna )
6 οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ·
Are not five sparrows sold for two farthings, and not one of them is forgotten before God?
7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
But even the very hairs of your head are all numbered. Fear not therefore: ye are of more value than many sparrows.
8 λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ·
Also I say to you, Whoever shall confess me before men, him will the Son of man also confess before the angels of God.
9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
But he that denieth me before men, shall be denied before the angels of God.
10 καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται.
And whoever shall speak a word against the Son of man, it shall be forgiven him: but to him that blasphemeth against the Holy Spirit, it shall not be forgiven.
11 ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς [ἢ τί] ἀπολογήσησθε ἢ τί εἴπητε·
And when they bring you to the synagogues, and [before] magistrates, and powers, be not solicitous how or what thing ye shall answer, or what ye shall say:
12 τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
For the Holy Spirit will teach you in the same hour what ye ought to say.
13 Εἶπεν δέ τις αὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομίαν.
And one of the company said to him, Master, speak to my brother, that he divide the inheritance with me.
14 ὁ δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τίς με κατέστησεν κριτὴν ἢ μεριστὴν ἐφ᾽ ὑμᾶς;
And he said to him, Man, who made me a judge, or a divider over you?
15 Εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.
And he said to them, Take heed, and beware of covetousness: for a man's life consisteth not in the abundance of the things which he possesseth.
16 Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα·
And he spoke a parable to them, saying, The ground of a certain rich man brought forth plentifully:
17 καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;
And he thought within himself, saying, What shall I do, because I have no room where to deposit my fruits?
18 καὶ εἶπεν, Τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου,
And he said, This will I do: I will pull down my barns, and build greater; and there will I deposit all my fruits and my goods.
19 καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.
And I will say to my soul, Soul, thou hast abundance of goods laid up for many years; take thy ease, eat, drink, [and] be merry.
20 εἶπεν δὲ αὐτῷ ὁ θεός, Ἄφρων, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;
But God said to him, [Thou] fool, this night thy soul shall be required of thee: then whose shall those things be which thou hast provided?
21 οὕτως ὁ θησαυρίζων ἑαυτῷ, καὶ μὴ εἰς θεὸν πλουτῶν.
So [is] he that layeth up treasure for himself, and is not rich towards God.
22 Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε.
And he said to his disciples, Therefore I say to you, Be not anxious for your life, what ye shall eat; neither for the body, what ye shall put on.
23 ἡ γὰρ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος.
The life is more than food, and the body [is more] than raiment.
24 κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ θεὸς τρέφει αὐτούς· πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;
Consider the ravens: for they neither sow nor reap: which neither have store-house, nor barn; and God feedeth them: How much more are ye better than the fowls?
25 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν [ἕνα];
And which of you by solicitude can add to his stature one cubit?
26 εἰ οὖν οὐδὲ ἐλάχιστον δύνασθε, τί περὶ τῶν λοιπῶν μεριμνᾶτε;
If ye then are not able to do that thing which is least, why are ye anxious for the rest?
27 κατανοήσατε τὰ κρίνα, πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
Consider the lilies how they grow: They toil not, they spin not; and yet I say to you, that Solomon in all his glory was not arrayed like one of these.
28 εἰ δὲ τὸν χόρτον σήμερον ἐν ἀγρῷ ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
If then God so clothe the grass, which is to-day in the field, and to-morrow is cast into the oven; how much more [will he clothe] you, O ye of little faith?
29 καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε καὶ τί πίητε, καὶ μὴ μετεωρίζεσθε.
And seek ye not what ye shall eat, or what ye shall drink, neither be ye of doubtful mind.
30 ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν· ὑμῶν δὲ ὁ πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων.
For all these things do the nations of the world seek after: and your Father knoweth that ye have need of these things.
31 πλὴν ζητεῖτε τὴν βασιλείαν αὐτοῦ καὶ ταῦτα προστεθήσεται ὑμῖν.
But rather seek ye the kingdom of God, and all these things shall be added to you.
32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν.
Fear not, little flock; for it is your Father's good pleasure to give you the kingdom.
33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει·
Sell what ye have, and give alms: provide yourselves bags which become not old, a treasure in the heavens that faileth not, where no thief approacheth, neither moth corrupteth.
34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.
For where your treasure is, there will your heart be also.
35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι,
Let your loins be girt, and [your] lights burning;
36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ.
And ye yourselves like men that wait for their lord, when he shall return from the wedding; that, when he cometh and knocketh, they may open to him immediately.
37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς.
Blessed [are] those servants, whom the lord when he cometh shall find watching: verily I say to you, that he will gird himself, and make them to sit down to eat, and will come forth and serve them.
38 κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν [οἱ δοῦλοι] ἐκεῖνοι.
And if he shall come in the second watch, or come in the third watch, and find [them] so, blessed are those servants.
39 τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἀφῆκεν διορυγῆναι τὸν οἶκον αὐτοῦ.
And this know, that if the master of the house knew at what hour the thief would come, he would watch, and not suffer his house to be broken through.
40 καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Be ye therefore ready also: for the Son of man cometh at an hour when ye think not.
41 Εἶπεν δὲ ὁ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;
Then Peter said to him, Lord, speakest thou this parable to us, or even to all?
42 Καὶ εἶπεν ὁ κύριος, Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ [τοῦ] διδόναι ἐν καιρῷ σιτομέτριον;
And the Lord said, Who then is that faithful and wise steward, whom [his] lord shall make ruler over his household, to give [them their] portion of provisions in due season?
43 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως.
Blessed [is] that servant, whom his lord when he cometh shall find so doing.
44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
In truth I say to you, that he will make him ruler over all that he hath.
45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι,
But if that servant shall say in his heart, My lord delayeth his coming; and shall begin to beat the men-servants, and maidens, and to eat and drink, and to be drunken?
46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει.
The lord of that servant will come in a day when he looketh not for [him], and at an hour when he is not aware, and will cut him asunder, and will appoint him his portion with the unbelievers.
47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ἑτοιμάσας μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς·
And that servant who knew his lord's will, and prepared not [himself], neither did according to his will, shall be beaten with many [stripes].
48 ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾽ αὐτοῦ· καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.
But he that knew not, and committed things worthy of stripes, shall be beaten with few [stripes]. For to whomsoever much is given, of him shall much be required: and to whom men have committed much, from him they will ask the more.
49 Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;
I am come to send fire on the earth, and what will I, if it is already kindled?
50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως ὅτου τελεσθῇ.
But I have a baptism to be baptized with; and how am I straitened till it shall be accomplished!
51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχὶ λέγω ὑμῖν, ἀλλ᾽ ἢ διαμερισμόν.
Suppose ye that I am come to give peace on earth? I tell you, No; but rather division:
52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισὶν
For from henceforth there will be five in one house divided, three against two, and two against three.
53 διαμερισθήσονται, πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.
The father will be divided against the son, and the son against the father; the mother against the daughter, and the daughter against the mother; the mother-in-law against her daughter-in-law, and the daughter-in-law against her mother-in-law.
54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λέγετε ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως.
And he said also to the people, When ye see a cloud rising in the west, immediately ye say, There cometh a shower; and so it is.
55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται.
And when [ye perceive] the south wind blowing, ye say, There will be heat; and it cometh to pass.
56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν δὲ καιρὸν τοῦτον πῶς οὐκ οἴδατε δοκιμάζειν;
[Ye] hypocrites, ye can discern the face of the sky, and of the earth; but how is it, that ye do not discern this time?
57 τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον;
And why even of yourselves judge ye not what is right?
58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ, μή ποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πρά κτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν.
When thou goest with thy adversary to the magistrate, [as thou art] in the way, give diligence that thou mayest be delivered from him; lest he draw thee before the judge, and the judge deliver thee to the officer, and the officer cast thee into prison.
59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.
I tell thee, thou shalt not depart thence, till thou hast paid the very last mite.