< Ιακωβου 1 >

1 Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.
Iames a seruant of God, and of the Lord Iesus Christ, to the twelue Tribes, which are scattered abroade, salutation.
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
My brethren, count it exceeding ioy, when ye fall into diuers tentations,
3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
Knowing that ye trying of your faith bringeth forth patience,
4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
And let patience haue her perfect worke, that ye may be perfect and entier, lacking nothing.
5 εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ μὴ ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.
If any of you lacke wisedome, let him aske of God, which giueth to all men liberally, and reprocheth no man, and it shalbe giuen him.
6 αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
But let him aske in faith, and wauer not: for hee that wauereth, is like a waue of the sea, tost of the winde, and caried away.
7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος, ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου.
Neither let that man thinke that hee shall receiue any thing of the Lord.
8 ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
A double minded man is vnstable in all his waies.
9 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
Let the brother of lowe degree reioyce in that he is exalted:
10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
Againe hee that is rich, in that hee is made lowe: for as the flower of the grasse, shall he vanish away.
11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
For as when the sunne riseth with heate, then the grasse withereth, and his flower falleth away, and the goodly shape of it perisheth: euen so shall the rich man wither away in all his waies.
12 μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν.
Blessed is ye man, that endureth tentation: for when he is tried, hee shall receiue the crowne of life, which the Lord hath promised to them that loue him.
13 μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα·
Let no man say when hee is tempted, I am tempted of God: for God can not bee tempted with euill, neither tempteth he any man.
14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
But euery man is tempted, when hee is drawen away by his owne concupiscence, and is entised.
15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
Then when lust hath conceiued, it bringeth foorth sinne, and sinne when it is finished, bringeth foorth death.
16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί·
Erre not, my deare brethren.
17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
Euery good giuing, and euery perfect gift is from aboue, and commeth downe from the Father of lights, with whome is no variablenes, neither shadow of turning.
18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
Of his owne will begate hee vs with the woorde of trueth, that we shoulde be as the first fruites of his creatures.
19 Ἴστε, ἀδελφοί μου ἀγαπητοί· ἔστω δὲ πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν.
Wherefore my deare brethren, let euery man be swift to heare, slowe to speake, and slowe to wrath.
20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ ἐργάζεται.
For the wrath of man doeth not accomplish the righteousnesse of God.
21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
Wherefore lay apart all filthinesse, and superfluitie of maliciousnesse, and receiue with meekenes the word that is graffed in you, which is able to saue your soules.
22 γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς.
And be ye doers of the word, and not hearers onely, deceiuing your owne selues.
23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·
For if any heare the woorde, and doe it not, he is like vnto a man, that beholdeth his naturall face in a glasse.
24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
For when he hath considered himselfe, hee goeth his way, and forgetteth immediately what maner of one he was.
25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
But who so looketh in the perfect Lawe of libertie, and continueth therein, hee not being a forgetful hearer, but a doer of the woorke, shalbe blessed in his deede.
26 Εἴ τις δοκεῖ θρῆσκος εἶναι, μὴ χαλιναγωγῶν γλῶσσαν αὐτοῦ ἀλλὰ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.
If any man amog you seeme religious, and refraineth not his tongue, but deceiueth his owne heart, this mans religion is vaine.
27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
Pure religion and vndefiled before God, euen the Father, is this, to visite the fatherlesse, and widdowes in their aduersitie, and to keepe himselfe vnspotted of the world.

< Ιακωβου 1 >