< Προς Εβραιους 3 >

1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν,
所以,有分於天上召選的諸聖弟兄啊。你們應細心想想,我們公認的欽使和大司祭耶穌,
2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν, ὡς καὶ Μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.
對那委派衪的是怎樣忠信,正如『梅瑟在衪的全家中』一樣。
3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ἠξίωται, καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν·
衪本來比梅瑟堪受更大地光榮,就如修建房屋的人,比那房屋理當更受尊榮。
4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ πάντα κατασκευάσας, θεός.
不錯,每座房屋都由一個人修建,但那創造萬有的卻是天主。
5 καὶ Μωυσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, ὡς θεράπων, εἰς μαρτύριον τῶν λαληθησομένων,
梅瑟在天主的全家中的確忠信,不過衪只是臣僕,為給那當要宣布的事作證;
6 χριστὸς δέ, ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς, ἐὰν τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν.
但基督卻是兒子,管理自己的家;衪的家就是我們,只要我們保存由望德所生的依恃和榮耀,『堅定不移,直到最後。』
7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,
為此,聖神有話說:『今天你們如果聽見衪的聲音,
8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
不要再心硬了,像在叛亂之時,像在曠野中試探的那一天;
9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν, ἐν δοκιμασίᾳ, καὶ εἶδον τὰ ἔργα μου
在那裏,你們的祖宗以考驗試探了我,雖然見了我的作為,
10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ, καὶ εἶπον, Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου·
共四十年之久。所以我厭惡了那一世代,說:衪們心中時常迷惑,衪們不認識我的道路,
11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου·
所以我在怒中起誓說:衪們決不得進入我的安息。』
12 βλέπετε, ἀδελφοί, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος·
弟兄們你們要小心,免得你們中有人起背信的惡心,背離生活的天主;
13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας·
反之,只要還有「今天」在,你們要天天互相勸勉,免得你們有人因罪惡的誘惑而硬了心,
14 μέτοχοι γὰρ τοῦ χριστοῦ γεγόναμεν, ἐάν περ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν·
因為我們已成了有分於基督的人,只要我們保存著起初懷有的信心,堅定不移,直到最後,
15 ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ.
經上所說:『今天你們如果聽見衪的聲音,不要再心硬了,像在叛亂之時,』
16 τίνες γὰρ ἀκούσαντες παρεπίκραναν; ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωυσέως;
是誰聽了而起了叛亂呢﹖豈不是梅瑟從埃及領出來的眾人嗎﹖
17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ;
四十年之久,天主厭惡了誰呢﹖不是那些犯了罪,而衪們的屍首倒在曠野中的人嗎﹖
18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ, εἰ μὴ τοῖς ἀπει θήσασιν;
衪向誰起了誓,不准進入衪的安息呢﹖不是向那些背信的人嗎﹖
19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν.
於是我們看出:衪們不得進入安息,是因了背信的緣故。

< Προς Εβραιους 3 >