< Πραξεις 21 >

1 Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπ᾽ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν Κῶ, τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα.
तै र्विसृष्टाः सन्तो वयं पोतं बाहयित्वा ऋजुमार्गेण कोषम् उपद्वीपम् आगत्य परेऽहनि रोदियोपद्वीपम् आगच्छाम ततस्तस्मात् पातारायाम् उपातिष्ठाम।
2 καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν.
तत्र फैनीकियादेशगामिनम् पोतमेकं प्राप्य तमारुह्य गतवन्तः।
3 ἀναφανέντες δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ κατήλθομεν εἰς Τύρον· ἐκεῖσε γὰρ τὸ πλοῖον ἦν ἀποφορτιζόμενον τὸν γόμον.
कुप्रोपद्वीपं दृष्ट्वा तं सव्यदिशि स्थापयित्वा सुरियादेशं गत्वा पोतस्थद्रव्याण्यवरोहयितुं सोरनगरे लागितवन्तः।
4 ἀνευρόντες δὲ τοὺς μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ἐπιβαίνειν εἰς Ἱεροσόλυμα.
तत्र शिष्यगणस्य साक्षात्करणाय वयं तत्र सप्तदिनानि स्थितवन्तः पश्चात्ते पवित्रेणात्मना पौलं व्याहरन् त्वं यिरूशालम्नगरं मा गमः।
5 ὅτε δὲ ἐγένετο ἐξαρτίσαι ἡμᾶς τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶν καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν προσευξάμενοι
ततस्तेषु सप्तसु दिनेषु यापितेषु सत्सु वयं तस्मात् स्थानात् निजवर्त्मना गतवन्तः, तस्मात् ते सबालवृद्धवनिता अस्माभिः सह नगरस्य परिसरपर्य्यन्तम् आगताः पश्चाद्वयं जलधितटे जानुपातं प्रार्थयामहि।
6 ἀπησπασάμεθα ἀλλήλους, καὶ ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.
ततः परस्परं विसृष्टाः सन्तो वयं पोतं गतास्ते तु स्वस्वगृहं प्रत्यागतवन्तः।
7 ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρ᾽ αὐτοῖς.
वयं सोरनगरात् नावा प्रस्थाय तलिमायिनगरम् उपातिष्ठाम तत्रास्माकं समुद्रीयमार्गस्यान्तोऽभवत् तत्र भ्रातृगणं नमस्कृत्य दिनमेकं तैः सार्द्धम् उषतवन्तः।
8 τῇ δὲ ἐπαύριον ἐξελθόντες ἤλθαμεν εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ, ὄντος ἐκ τῶν ἑπτά, ἐμείναμεν παρ᾽ αὐτῷ.
परे ऽहनि पौलस्तस्य सङ्गिनो वयञ्च प्रतिष्ठमानाः कैसरियानगरम् आगत्य सुसंवादप्रचारकानां सप्तजनानां फिलिपनाम्न एकस्य गृहं प्रविश्यावतिष्ठाम।
9 τούτῳ δὲ ἦσαν θυγατέρες τέσσαρες παρθένοι προφητεύουσαι.
तस्य चतस्रो दुहितरोऽनूढा भविष्यद्वादिन्य आसन्।
10 ἐπιμενόντων δὲ ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἄγαβος,
तत्रास्मासु बहुदिनानि प्रोषितेषु यिहूदीयदेशाद् आगत्यागाबनामा भविष्यद्वादी समुपस्थितवान्।
11 καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου, δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἱερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν.
सोस्माकं समीपमेत्य पौलस्य कटिबन्धनं गृहीत्वा निजहस्तापादान् बद्ध्वा भाषितवान् यस्येदं कटिबन्धनं तं यिहूदीयलोका यिरूशालमनगर इत्थं बद्ध्वा भिन्नदेशीयानां करेषु समर्पयिष्यन्तीति वाक्यं पवित्र आत्मा कथयति।
12 ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἱερουσαλήμ.
एतादृशीं कथां श्रुत्वा वयं तन्नगरवासिनो भ्रातरश्च यिरूशालमं न यातुं पौलं व्यनयामहि;
13 τότε ἀπεκρίθη ὁ Παῦλος, Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἱερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ.
किन्तु स प्रत्यावादीत्, यूयं किं कुरुथ? किं क्रन्दनेन ममान्तःकरणं विदीर्णं करिष्यथ? प्रभो र्यीशो र्नाम्नो निमित्तं यिरूशालमि बद्धो भवितुं केवल तन्न प्राणान् दातुमपि ससज्जोस्मि।
14 μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, Τοῦ κυρίου τὸ θέλημα γινέσθω.
तेनास्माकं कथायाम् अगृहीतायाम् ईश्वरस्य यथेच्छा तथैव भवत्वित्युक्त्वा वयं निरस्याम।
15 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασά μενοι ἀνεβαίνομεν εἰς Ἱεροσόλυμα.
परेऽहनि पाथेयद्रव्याणि गृहीत्वा यिरूशालमं प्रति यात्राम् अकुर्म्म।
16 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
ततः कैसरियानगरनिवासिनः कतिपयाः शिष्या अस्माभिः सार्द्धम् इत्वा कृप्रीयेन म्नासन्नाम्ना येन प्राचीनशिष्येन सार्द्धम् अस्माभि र्वस्तव्यं तस्य समीपम् अस्मान् नीतवन्तः।
17 Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί.
अस्मासु यिरूशालम्युपस्थितेषु तत्रस्थभ्रातृगणोऽस्मान् आह्लादेन गृहीतवान्।
18 τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι.
परस्मिन् दिवसे पौलेऽस्माभिः सह याकूबो गृहं प्रविष्टे लोकप्राचीनाः सर्व्वे तत्र परिषदि संस्थिताः।
19 καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ.
अनन्तरं स तान् नत्वा स्वीयप्रचारणेन भिन्नदेशीयान् प्रतीश्वरो यानि कर्म्माणि साधितवान् तदीयां कथाम् अनुक्रमात् कथितवान्।
20 οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπάν τε αὐτῷ, Θεωρεῖς ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαιοῖς τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν.
इति श्रुत्वा ते प्रभुं धन्यं प्रोच्य वाक्यमिदम् अभाषन्त, हे भ्रात र्यिहूदीयानां मध्ये बहुसहस्राणि लोका विश्वासिन आसते किन्तु ते सर्व्वे व्यवस्थामताचारिण एतत् प्रत्यक्षं पश्यसि।
21 κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωυσέως τοὺς κατὰ τὰ ἔθνη [πάντας] Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν.
शिशूनां त्वक्छेदनाद्याचरणं प्रतिषिध्य त्वं भिन्नदेशनिवासिनो यिहूदीयलोकान् मूसावाक्यम् अश्रद्धातुम् उपदिशसीति तैः श्रुतमस्ति।
22 τί οὖν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας.
त्वमत्रागतोसीति वार्त्तां समाकर्ण्य जननिवहो मिलित्वावश्यमेवागमिष्यति; अतएव किं करणीयम्? अत्र वयं मन्त्रयित्वा समुपायं त्वां वदामस्तं त्वमाचर।
23 τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ἐφ᾽ ἑαυτῶν·
व्रतं कर्त्तुं कृतसङ्कल्पा येऽस्मांक चत्वारो मानवाः सन्ति
24 τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ᾽ αὐτοῖς ἵνα ξυρήσονται τὴν κεφαλήν, καὶ γνώσονται πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον.
तान् गृहीत्वा तैः सहितः स्वं शुचिं कुरु तथा तेषां शिरोमुण्डने यो व्ययो भवति तं त्वं देहि। तथा कृते त्वदीयाचारे या जनश्रुति र्जायते सालीका किन्तु त्वं विधिं पालयन् व्यवस्थानुसारेणेवाचरसीति ते भोत्सन्ते।
25 περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἀπεστείλαμεν κρίναντες φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον καὶ αἷμα καὶ πνικτὸν καὶ πορνείαν.
भिन्नदेशीयानां विश्वासिलोकानां निकटे वयं पत्रं लिखित्वेत्थं स्थिरीकृतवन्तः, देवप्रसादभोजनं रक्तं गलपीडनमारितप्राणिभोजनं व्यभिचारश्चैतेभ्यः स्वरक्षणव्यतिरेकेण तेषामन्यविधिपालनं करणीयं न।
26 τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά.
ततः पौलस्तान् मानुषानादाय परस्मिन् दिवसे तैः सह शुचि र्भूत्वा मन्दिरं गत्वा शौचकर्म्मणो दिनेषु सम्पूर्णेषु तेषाम् एकैकार्थं नैवेद्याद्युत्सर्गो भविष्यतीति ज्ञापितवान्।
27 ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον, καὶ ἐπέβαλαν ἐπ᾽ αὐτὸν τὰς χεῖρας
तेषु सप्तसु दिनेषु समाप्तकल्पेषु आशियादेशनिवासिनो यिहूदीयास्तं मध्येमन्दिरं विलोक्य जननिवहस्य मनःसु कुप्रवृत्तिं जनयित्वा तं धृत्वा
28 κράζοντες, Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε. οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχῇ διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον.
प्रोच्चैः प्रावोचन्, हे इस्रायेल्लोकाः सर्व्वे साहाय्यं कुरुत। यो मनुज एतेषां लोकानां मूसाव्यवस्थाया एतस्य स्थानस्यापि विपरीतं सर्व्वत्र सर्व्वान् शिक्षयति स एषः; विशेषतः स भिन्नदेशीयलोकान् मन्दिरम् आनीय पवित्रस्थानमेतद् अपवित्रमकरोत्।
29 ἦσαν γὰρ προεωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος.
पूर्व्वं ते मध्येनगरम् इफिषनगरीयं त्रफिमं पौलेन सहितं दृष्टवन्त एतस्मात् पौलस्तं मन्दिरमध्यम् आनयद् इत्यन्वमिमत।
30 ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι.
अतएव सर्व्वस्मिन् नगरे कलहोत्पन्नत्वात् धावन्तो लोका आगत्य पौलं धृत्वा मन्दिरस्य बहिराकृष्यानयन् तत्क्षणाद् द्वाराणि सर्व्वाणि च रुद्धानि।
31 ζητούντων τε αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη συγχύννεται Ἱερουσαλήμ·
तेषु तं हन्तुमुद्यतेेषु यिरूशालम्नगरे महानुपद्रवो जात इति वार्त्तायां सहस्रसेनापतेः कर्णगोचरीभूतायां सत्यां स तत्क्षणात् सैन्यानि सेनापतिगणञ्च गृहीत्वा जवेनागतवान्।
32 ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπ᾽ αὐτούς. οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον.
ततो लोकाः सेनागणेन सह सहस्रसेनापतिम् आगच्छन्तं दृष्ट्वा पौलताडनातो न्यवर्त्तन्त।
33 τότε ἐγγίσας ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσεν δεθῆναι ἁλύσεσιν δυσίν, καὶ ἐπυνθάνετο τίς εἴη καὶ τί ἐστιν πεποιηκώς.
स सहस्रसेनापतिः सन्निधावागम्य पौलं धृत्वा शृङ्खलद्वयेन बद्धम् आदिश्य तान् पृष्टवान् एष कः? किं कर्म्म चायं कृतवान्?
34 ἄλλοι δὲ ἄλλο τι ἐπεφώνουν ἐν τῷ ὄχλῳ· μὴ δυναμένου δὲ αὐτοῦ γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον, ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν.
ततो जनसमूहस्य कश्चिद् एकप्रकारं कश्चिद् अन्यप्रकारं वाक्यम् अरौत् स तत्र सत्यं ज्ञातुम् कलहकारणाद् अशक्तः सन् तं दुर्गं नेतुम् आज्ञापयत्।
35 ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου·
तेषु सोपानस्योपरि प्राप्तेषु लोकानां साहसकारणात् सेनागणः पौलमुत्तोल्य नीतवान्।
36 ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζοντες, Αἶρε αὐτόν.
ततः सर्व्वे लोकाः पश्चाद्गामिनः सन्त एनं दुरीकुरुतेति वाक्यम् उच्चैरवदन्।
37 μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ, Εἰ ἔξεστίν μοι εἰπεῖν τι πρός σε; ὁ δὲ ἔφη, Ἑλληνιστὶ γινώσκεις;
पौलस्य दुर्गानयनसमये स तस्मै सहस्रसेनापतये कथितवान्, भवतः पुरस्तात् कथां कथयितुं किम् अनुमन्यते? स तमपृच्छत् त्वं किं यूनानीयां भाषां जानासि?
38 οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγα γὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων;
यो मिसरीयो जनः पूर्व्वं विरोधं कृत्वा चत्वारि सहस्राणि घातकान् सङ्गिनः कृत्वा विपिनं गतवान् त्वं किं सएव न भवसि?
39 εἶπεν δὲ ὁ Παῦλος, Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεύς, τῆς Κιλικίας οὐκ ἀσήμου πόλεως πολίτης, δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν.
तदा पौलोऽकथयत् अहं किलिकियादेशस्य तार्षनगरीयो यिहूदीयो, नाहं सामान्यनगरीयो मानवः; अतएव विनयेऽहं लाकानां समक्षं कथां कथयितुं मामनुजानीष्व।
40 Ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισεν τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης προσεφώνησεν τῇ Ἑβραΐδι διαλέκτῳ λέγων,
तेनानुज्ञातः पौलः सोपानोपरि तिष्ठन् हस्तेनेङ्गितं कृतवान्, तस्मात् सर्व्वे सुस्थिरा अभवन्। तदा पौल इब्रीयभाषया कथयितुम् आरभत,

< Πραξεις 21 >