< Πραξεις 14 >

1 Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
Εν δε τω Ικονίω εισελθόντες ομού εις την συναγωγήν των Ιουδαίων, ελάλησαν ούτως ώστε επίστευσε πολύ πλήθος Ιουδαίων τε και Ελλήνων.
2 οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
Όσοι δε Ιουδαίοι δεν επείθοντο παρώξυναν και διέστρεψαν τας ψυχάς των εθνικών κατά των αδελφών.
3 ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
Ικανόν λοιπόν καιρόν διέτριψαν λαλούντες μετά παρρησίας περί του Κυρίου, όστις εμαρτύρει εις τον λόγον της χάριτος αυτού, και έδιδε να γίνωνται σημεία και τέρατα διά των χειρών αυτών.
4 ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
Εσχίσθη δε το πλήθος της πόλεως, και οι μεν ήσαν μετά των Ιουδαίων, οι δε μετά των αποστόλων.
5 ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
Και ότε ώρμησαν οι εθνικοί και οι Ιουδαίοι μετά των αρχόντων αυτών εις το να υβρίσωσι και να λιθοβολήσωσιν αυτούς,
6 συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
εννοήσαντες κατέφυγον εις τας πόλεις της Λυκαονίας Λύστραν και Δέρβην και τα περίχωρα,
7 κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
και εκεί εκήρυττον το ευαγγέλιον.
8 Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν.
Εν δε τοις Λύστροις εκάθητο ανήρ τις αδύνατος τους πόδας, χωλός υπάρχων εκ κοιλίας μητρός αυτού, όστις ποτέ δεν είχε περιπατήσει.
9 οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦν τος, ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
Ούτος ήκουε τον Παύλον λαλούντα· όστις ατενίσας εις αυτόν και ιδών ότι έχει πίστιν διά να σωθή,
10 εἶπεν μεγάλῃ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
είπε μετά μεγάλης φωνής· Σηκώθητι επί τους πόδας σου ορθός. Και επήδα και περιεπάτει.
11 οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς·
Οι δε όχλοι, ιδόντες τούτο το οποίον έκαμεν ο Παύλος, ύψωσαν την φωνήν αυτών, λέγοντες Λυκαονιστί· Οι θεοί ομοιωθέντες με ανθρώπους κατέβησαν προς ημάς.
12 ἐκάλουν τε τὸν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
Και ωνόμαζον τον μεν Βαρνάβαν Δία, τον δε Παύλον Ερμήν, επειδή αυτός ήτο ο αρχηγός του λόγου.
13 ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
Και ο ιερεύς του Διός, του όντος έμπροσθεν της πόλεως αυτών, έφερε ταύρους και στέμματα εις τας πύλας μετά του όχλου και ήθελε να προσφέρη θυσίαν.
14 ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες
Ακούσαντες δε οι απόστολοι Βαρνάβας και Παύλος, διέσχισαν τα ιμάτια αυτών και επήδησαν εις το μέσον του όχλου, κράζοντες
15 καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
και λέγοντες· Άνδρες, τι κάμνετε ταύτα; και ημείς είμεθα άνθρωποι ομοιοπαθείς με σας, κηρύττοντες προς εσάς να επιστρέψητε από τούτων των ματαίων προς τον Θεόν τον ζώντα, όστις έκαμε τον ουρανόν και την γην και την θάλασσαν και πάντα τα εν αυτοίς·
16 ὃς ἐν ταῖς παρῳχημέ ναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
όστις εν ταις παρελθούσαις γενεαίς αφήκε πάντα τα έθνη να περιπατώσιν εν ταις οδοίς αυτών.
17 καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν [ὑμῖν] ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
καίτοι δεν αφήκεν αμαρτύρητον εαυτόν αγαθαποιών, δίδων εις ημάς ουρανόθεν βροχάς και καιρούς καρποφόρους, γεμίζων τροφής και ευφροσύνης τας καρδίας ημών.
18 καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
Και ταύτα λέγοντες μόλις εμπόδισαν τους όχλους, ώστε να μη προσφέρωσι θυσίαν εις αυτούς.
19 Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
Εν τούτω δε ήλθον Ιουδαίοι εξ Αντιοχείας και Ικονίου, και πείσαντες τους όχλους και λιθοβολήσαντες τον Παύλον, έσυραν έξω της πόλεως, νομίσαντες ότι απέθανεν.
20 κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
Ότε δε περιεκύκλωσαν αυτόν οι μαθηταί, σηκωθείς εισήλθεν εις την πόλιν και τη επαύριον εξήλθε μετά του Βαρνάβα εις Δέρβην.
21 εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν·
Και αφού εκήρυξαν το ευαγγέλιον εν τη πόλει εκείνη και εμαθήτευσαν ικανούς, υπέστρεψαν εις την Λύστραν και Ικόνιον και Αντιόχειαν,
22 ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
επιστηρίζοντες τας ψυχάς των μαθητών, προτρέποντες να εμμένωσιν εις την πίστιν, και διδάσκοντες ότι διά πολλών θλίψεων πρέπει να εισέλθωμεν εις την βασιλείαν του Θεού.
23 χειροτονήσαντες δὲ αὐτοῖς κατ᾽ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
Και αφού εχειροτόνησαν εις αυτούς πρεσβυτέρους κατά πάσαν εκκλησίαν, προσευχηθέντες με νηστείας, αφιέρωσαν αυτούς εις τον Κύριον, εις τον οποίον είχον πιστεύσει.
24 Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν,
Και διελθόντες την Πισιδίαν ήλθον εις Παμφυλίαν,
25 καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν·
και κηρύξαντες τον λόγον εν Πέργη, κατέβησαν εις Αττάλειαν,
26 κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
και εκείθεν απέπλευσαν εις Αντιόχειαν, όθεν ήσαν παραδεδομένοι εις την χάριν του Θεού διά το έργον, το οποίον εξετέλεσαν.
27 παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
Ελθόντες δε και συνάξαντες την εκκλησίαν, ανήγγειλαν όσα έκαμεν ο Θεός δι' αυτών, και ότι ήνοιξεν εις τα έθνη θύραν πίστεως.
28 διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.
Και διέτριβον εκεί ουκ ολίγον καιρόν μετά των μαθητών.

< Πραξεις 14 >