< Πραξεις 12 >

1 Κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
Nowe about that time, Herod the King stretched forth his hands to vexe certaine of the Church,
2 ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάνου μαχαίρῃ.
And he killed Iames the brother of Iohn with the sword.
3 ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον, (ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων),
And when he sawe that it pleased the Iewes, he proceeded further, to take Peter also (then were the dayes of vnleauened bread.)
4 ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
And when he had caught him, he put him in prison, and deliuered him to foure quaternions of souldiers to be kept, intending after the Passeouer to bring him foorth to the people.
5 ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ.
So Peter was kept in prison, but earnest prayer was made of ye Church vnto God for him.
6 ὅτε δὲ ἤμελλεν προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
And when Herod woulde haue brought him out vnto the people, the same night slept Peter betweene two souldiers, bound with two chaines, and the keepers before the doore, kept the prison.
7 καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, Ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
And behold the Angel of the Lord came vpon them, and a light shined in the house, and he smote Peter on the side, and raysed him vp, saying, Arise quickely. And his chaines fell off from his handes.
8 εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ, Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.
And the Angel saide vnto him, Girde thy selfe, and binde on thy sandales. And so he did. Then he said vnto him, Cast thy garment about thee, and follow me.
9 καὶ ἐξελθὼν ἠκολούθει· καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
So Peter came out and followed him, and knewe not that it was true, which was done by the Angel, but thought he had seene a vision.
10 διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ.
Nowe when they were past the first and the second watch, they came vnto the yron gate, that leadeth vnto the citie, which opened to them by it owne accord, and they went out, and passed through one streete, and by and by the Angel departed from him.
11 καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν, Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
And when Peter was come to himselfe, he said, Nowe I know for a trueth, that the Lord hath sent his Angel, and hath deliuered me out of the hand of Herod, and from all the wayting for of the people of the Iewes.
12 συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάνου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
And as he considered the thing, he came to the house of Marie, the mother of Iohn, whose surname was Marke, where many were gathered together, and prayed.
13 κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη·
And when Peter knocked at the entrie doore, a maide came foorth to hearken, named Rhode,
14 καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
But when she knew Peters voyce, she opened not the entrie doore for gladnesse, but ranne in, and tolde howe Peter stood before the entrie.
15 οἱ δὲ πρὸς αὐτὴν εἶπαν, Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον, Ὁ ἄγγελός ἐστιν αὐτοῦ.
But they said vnto her, Thou art mad. Yet she affirmed it constantly, that it was so. Then said they, It is his Angel.
16 ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
But Peter continued knocking, and when they had opened it, and sawe him, they were astonied.
17 κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν, διηγήσατο [αὐτοῖς] πῶς ὁ κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς· εἶπέν τε, Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
And he beckened vnto them with the hand, to hold their peace, and told them how the Lord had brought him out of the prison. And he saide, Goe shewe these things vnto Iames and to the brethren: and he departed and went into an other place.
18 γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
Nowe assoone as it was day, there was no small trouble among the souldiers, what was become of Peter.
19 Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν διέτριβεν.
And when Herod had sought for him, and found him not, he examined the keepers, and commanded them to be led to be punished. And he went downe from Iudea to Cesarea, and there abode.
20 ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
Then Herod was angrie with them of Tyrus and Sidon, but they came all with one accord vnto him, and perswaded Blastus the Kings Chamberlaine, and they desired peace, because their countrey was nourished by the Kings land.
21 τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν [καὶ] καθί σας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς.
And vpon a day appointed, Herod arayed himselfe in royall apparell, and sate on the iudgement seate, and made an oration vnto them.
22 ὁ δὲ δῆμος ἐπεφώνει, Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
And the people gaue a shoute, saying, The voyce of God, and not of man.
23 παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ᾽ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
But immediatly the Angel of the Lord smote him, because he gaue not glorie vnto God, so that he was eaten of wormes, and gaue vp the ghost.
24 Ὁ δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο.
And the worde of God grewe, and multiplied.
25 Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλήμ, πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες Ἰωάνην τὸν ἐπικληθέντα Μάρκον.
So Barnabas and Saul returned from Hierusalem, when they had fulfilled their office, and tooke with them Iohn, whose surname was Marke.

< Πραξεις 12 >