< Προς Τιμοθεον Β΄ 4 >

1 Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,
I fully testify, then, before God, and the Lord Jesus Christ, who is about to judge [the] living and dead at His appearing and His Kingdom—
2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
preach the word; be earnest in season, out of season; convict, rebuke, exhort, in all long-suffering and teaching,
3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν·
for there will be a season when they will not endure the sound teaching, but they will heap up teachers according to their own desires—having an itching ear,
4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
and, indeed, they will turn away from hearing the truth, and they will be turned aside to the fables.
5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
But you—watch in all things; suffer evil; do the work of one proclaiming good news; make full assurance of your ministry,
6 ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
for I am already being poured out, and the time of my release has arrived;
7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
I have striven the good strife, I have finished the course, I have kept the faith;
8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.
from now on there is laid up for me the garland of righteousness that the LORD—the Righteous Judge—will give to me in that day, and not only to me, but also to all those loving His appearing.
9 Σπούδασον ἐλθεῖν πρός με ταχέως.
Be diligent to come to me quickly,
10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· (aiōn g165)
for Demas forsook me, having loved the present age, and went on to Thessalonica, Crescens to Galatia, Titus to Dalmatia; (aiōn g165)
11 Λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
only Lucas is with me; having taken Mark, bring [him] with you, for he is profitable to me for ministry;
12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
and I sent Tychicus to Ephesus;
13 τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
coming, bring the cloak that I left in Troas with Carpus and the scrolls—especially the parchments.
14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
Alexander the coppersmith did me much evil; may the LORD repay to him according to his works,
15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
of whom you also beware, for he has greatly stood against our words;
16 ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατάλιπον· μὴ αὐτοῖς λογισθείη.
no one stood with me in my first defense, but all forsook me (may it not be reckoned to them),
17 ὁ δὲ κύριός μοι παρέστῃ, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾽ ἐμοῦ τὸ κή ρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρύσθην ἐκ στόματος λέοντος.
but the LORD stood by me, and strengthened me, that the preaching might be fully assured through me, and all the nations might hear, and I was freed out of the mouth of a lion,
18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn g165)
and the LORD will free me from every evil work, and will save [me]—to His heavenly kingdom; to whom [is] the glory through the ages of the ages! Amen. (aiōn g165)
19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
Greet Prisca and Aquilas, and Onesiphorus’ household;
20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
Erastus remained in Corinth, and I left Trophimus ailing in Miletus;
21 Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λῖνος καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
be diligent to come before winter. Eubulus greets you, and Pudens, and Linus, and Claudia, and all the brothers.
22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ᾽ ὑμῶν. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ.
The Lord Jesus Christ [is] with your spirit. The grace [is] with you! Amen.

< Προς Τιμοθεον Β΄ 4 >