< Πετρου Α΄ 1 >
1 Πέτρος ἀπόστολος Ἰησοῦ χριστοῦ ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καπποδοκίας, Ἀσίας, καὶ Βιθυνίας,
पन्त-गालातिया-कप्पदकिया-आशिया-बिथुनियादेशेषु प्रवासिनो ये विकीर्णलोकाः
2 κατὰ πρόγνωσιν θεοῦ πατρός, ἐν ἁγιασμῷ πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
पितुरीश्वरस्य पूर्व्वनिर्णयाद् आत्मनः पावनेन यीशुख्रीष्टस्याज्ञाग्रहणाय शोणितप्रोक्षणाय चाभिरुचितास्तान् प्रति यीशुख्रीष्टस्य प्रेरितः पितरः पत्रं लिखति। युष्मान् प्रति बाहुल्येन शान्तिरनुग्रहश्च भूयास्तां।
3 Εὐλογητὸς ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ χριστοῦ ἐκ νεκρῶν,
अस्माकं प्रभो र्यीशुख्रीष्टस्य तात ईश्वरो धन्यः, यतः स स्वकीयबहुकृपातो मृतगणमध्याद् यीशुख्रीष्टस्योत्थानेन जीवनप्रत्याशार्थम् अर्थतो
4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς,
ऽक्षयनिष्कलङ्काम्लानसम्पत्तिप्राप्त्यर्थम् अस्मान् पुन र्जनयामास। सा सम्पत्तिः स्वर्गे ऽस्माकं कृते सञ्चिता तिष्ठति,
5 τοὺς ἐν δυνάμει θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ·
यूयञ्चेश्वरस्य शक्तितः शेषकाले प्रकाश्यपरित्राणार्थं विश्वासेन रक्ष्यध्वे।
6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
तस्माद् यूयं यद्यप्यानन्देन प्रफुल्ला भवथ तथापि साम्प्रतं प्रयोजनहेतोः कियत्कालपर्य्यन्तं नानाविधपरीक्षाभिः क्लिश्यध्वे।
7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ χριστοῦ·
यतो वह्निना यस्य परीक्षा भवति तस्मात् नश्वरसुवर्णादपि बहुमूल्यं युष्माकं विश्वासरूपं यत् परीक्षितं स्वर्णं तेन यीशुख्रीष्टस्यागमनसमये प्रशंसायाः समादरस्य गौरवस्य च योग्यता प्राप्तव्या।
8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
यूयं तं ख्रीष्टम् अदृष्ट्वापि तस्मिन् प्रीयध्वे साम्प्रतं तं न पश्यन्तोऽपि तस्मिन् विश्वसन्तो ऽनिर्व्वचनीयेन प्रभावयुक्तेन चानन्देन प्रफुल्ला भवथ,
9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν·
स्वविश्वासस्य परिणामरूपम् आत्मनां परित्राणं लभध्वे च।
10 περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες.
युष्मासु यो ऽनुग्रहो वर्त्तते तद्विषये य ईश्वरीयवाक्यं कथितवन्तस्ते भविष्यद्वादिनस्तस्य परित्राणस्यान्वेषणम् अनुसन्धानञ्च कृतवन्तः।
11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα χριστοῦ, προμαρτυρόμενον τὰ εἰς χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·
विशेषतस्तेषामन्तर्व्वासी यः ख्रीष्टस्यात्मा ख्रीष्टे वर्त्तिष्यमाणानि दुःखानि तदनुगामिप्रभावञ्च पूर्व्वं प्राकाशयत् तेन कः कीदृशो वा समयो निरदिश्यतैतस्यानुसन्धानं कृतवन्तः।
12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
ततस्तै र्विषयैस्ते यन्न स्वान् किन्त्वस्मान् उपकुर्व्वन्त्येतत् तेषां निकटे प्राकाश्यत। यांश्च तान् विषयान् दिव्यदूता अप्यवनतशिरसो निरीक्षितुम् अभिलषन्ति ते विषयाः साम्प्रतं स्वर्गात् प्रेषितस्य पवित्रस्यात्मनः सहाय्याद् युष्मत्समीपे सुसंवादप्रचारयितृभिः प्राकाश्यन्त।
13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ χριστοῦ.
अतएव यूयं मनःकटिबन्धनं कृत्वा प्रबुद्धाः सन्तो यीशुख्रीष्टस्य प्रकाशसमये युष्मासु वर्त्तिष्यमानस्यानुग्रहस्य सम्पूर्णां प्रत्याशां कुरुत।
14 ὡς τέκνα ὑπακοῆς, μὴ συνσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
अपरं पूर्व्वीयाज्ञानतावस्थायाः कुत्सिताभिलाषाणां योग्यम् आचारं न कुर्व्वन्तो युष्मदाह्वानकारी यथा पवित्रो ऽस्ति
15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
यूयमप्याज्ञाग्राहिसन्ताना इव सर्व्वस्मिन् आचारे तादृक् पवित्रा भवत।
16 διότι γέγραπται, Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος.
यतो लिखितम् आस्ते, यूयं पवित्रास्तिष्ठत यस्मादहं पवित्रः।
17 καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε·
अपरञ्च यो विनापक्षपातम् एकैकमानुषस्य कर्म्मानुसाराद् विचारं करोति स यदि युष्माभिस्तात आख्यायते तर्हि स्वप्रवासस्य कालो युष्माभि र्भीत्या याप्यतां।
18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
यूयं निरर्थकात् पैतृकाचारात् क्षयणीयै रूप्यसुवर्णादिभि र्मुक्तिं न प्राप्य
19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου χριστοῦ,
निष्कलङ्कनिर्म्मलमेषशावकस्येव ख्रीष्टस्य बहुमूल्येन रुधिरेण मुक्तिं प्राप्तवन्त इति जानीथ।
20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτου τῶν χρόνων δι᾽ ὑμᾶς
स जगतो भित्तिमूलस्थापनात् पूर्व्वं नियुक्तः किन्तु चरमदिनेषु युष्मदर्थं प्रकाशितो ऽभवत्।
21 τοὺς δι᾽ αὐτοῦ πιστοὺς εἰς θεόν, τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς θεόν.
यतस्तेनैव मृतगणात् तस्योत्थापयितरि तस्मै गौरवदातरि चेश्वरे विश्वसिथ तस्माद् ईश्वरे युष्माकं विश्वासः प्रत्याशा चास्ते।
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς·
यूयम् आत्मना सत्यमतस्याज्ञाग्रहणद्वारा निष्कपटाय भ्रातृप्रेम्ने पावितमनसो भूत्वा निर्म्मलान्तःकरणैः परस्परं गाढं प्रेम कुरुत।
23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος θεοῦ καὶ μένοντος· (aiōn )
यस्माद् यूयं क्षयणीयवीर्य्यात् नहि किन्त्वक्षयणीयवीर्य्याद् ईश्वरस्य जीवनदायकेन नित्यस्थायिना वाक्येन पुनर्जन्म गृहीतवन्तः। (aiōn )
24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν·
सर्व्वप्राणी तृणैस्तुल्यस्तत्तेजस्तृणपुष्पवत्। तृणानि परिशुष्यति पुष्पाणि निपतन्ति च।
25 τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. (aiōn )
किन्तु वाक्यं परेशस्यानन्तकालं वितिष्ठते। तदेव च वाक्यं सुसंवादेन युष्माकम् अन्तिके प्रकाशितं। (aiōn )