< Προς Κορινθιους Α΄ 15 >

1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε
Moreouer brethren, I declare vnto you the Gospel, which I preached vnto you, which ye haue also receiued, and wherein ye continue,
2 δι᾽ οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε.
And whereby ye are saued, if ye keepe in memorie, after what maner I preached it vnto you, except ye haue beleeued in vaine.
3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς,
For first of all, I deliuered vnto you that which I receiued, how that Christ died for our sinnes, according to the Scriptures,
4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς,
And that he was buried, and that he arose the third day, according to the Scriptures,
5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα.
And that he was seene of Cephas, then of the twelue.
6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν.
After that, he was seene of more then fiue hudreth brethren at once: whereof many remaine vnto this present, and some also are asleepe.
7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν.
After that, he was seene of Iames: then of all the Apostles.
8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί.
And last of all he was seene also of me, as of one borne out of due time.
9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ θεοῦ·
For I am the least of the Apostles, which am not meete to be called an Apostle, because I persecuted the Church of God.
10 χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλὰ ἡ χάρις τοῦ θεοῦ σὺν ἐμοί.
But by the grace of God, I am that I am: and his grace which is in me, was not in vaine: but I laboured more aboundantly then they all: yet not I, but the grace of God which is with me.
11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτως κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.
Wherefore, whether it were I, or they, so we preach, and so haue ye beleeued.
12 εἰ δὲ χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
Now if it be preached, that Christ is risen from the dead, how say some among you, that there is no resurrection of the dead?
13 εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ χριστὸς ἐγήγερται·
For if there be no resurrection of the dead, then is Christ not risen:
14 εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ὑμῶν.
And if Christ be not risen, then is our preaching vaine, and your faith is also vaine.
15 εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ θεοῦ ὅτι ἤγειρεν τὸν χριστόν, ὃν οὐκ ἤγειρεν εἴ περ ἄρα νεκροὶ οὐκ ἐγείρονται·
And we are found also false witnesses of God: for we haue testified of God, that he hath raised vp Christ: whome he hath not raised vp, if so be the dead be not raised.
16 εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ χριστὸς ἐγήγερται·
For if the dead be not raised, then is Christ not raised.
17 εἰ δὲ χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν· ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν,
And if Christ be not raised, your faith is vaine: ye are yet in your sinnes.
18 ἄρα καὶ οἱ κοιμηθέντες ἐν χριστῷ, ἀπώλοντο.
And so they which are a sleepe in Christ, are perished.
19 εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν χριστῷ ἠλπικότες ἐσμὲν μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.
If in this life onely wee haue hope in Christ, we are of all men the most miserable.
20 νυνὶ δὲ χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων.
But nowe is Christ risen from the dead, and was made the first fruites of them that slept.
21 Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν.
For since by man came death, by man came also the resurrection of the dead.
22 ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ χριστῷ πάντες ζωοποιηθήσονται.
For as in Adam all die, euen so in Christ shall all be made aliue,
23 ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι· ἀπαρχὴ χριστός, ἔπειτα οἱ τοῦ χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ·
But euery man in his owne order: the first fruites is Christ, afterward, they that are of Christ, at his comming shall rise againe.
24 εἶτα τὸ τέλος, ὅταν παραδιδοῖ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν·
Then shalbe the end, when he hath deliuered vp the kingdome to God, euen the Father, when he hath put downe all rule, and all authoritie and power.
25 δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ.
For he must reigne till hee hath put all his enemies vnder his feete.
26 ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.
The last enemie that shalbe destroyed, is death.
27 Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα·
For he hath put downe all things vnder his feete. (And when he saith that all things are subdued to him, it is manifest that he is excepted, which did put downe all things vnder him.)
28 ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν.
And when all things shalbe subdued vnto him, then shall the Sonne also himselfe be subiect vnto him, that did subdue all things vnder him, that God may be all in all.
29 ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι; ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται· τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν;
Els what shall they doe which are baptized for dead? if the dead rise not at all, why are they then baptized for dead?
30 τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν;
Why are wee also in ieopardie euery houre?
31 καθ᾽ ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἀδελφοί, ἣν ἔχω ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.
By your reioycing which I haue in Christ Iesus our Lord, I die dayly.
32 εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
If I haue fought with beastes at Ephesus after ye maner of men, what aduantageth it me, if the dead be not raised vp? let vs eate and drinke: for to morowe we shall die.
33 μὴ πλανᾶσθε· Φθείρουσιν ἤθη χρῆστα ὁμιλίαι κακαί.
Be not deceiued: euill speakings corrupt good maners.
34 ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ἀγνωσίαν γὰρ θεοῦ τινες ἔχουσιν· πρὸς ἐντροπὴν ὑμῖν λαλῶ.
Awake to liue righteously, and sinne not: for some haue not ye knowledge of God, I speake this to your shame.
35 Ἀλλὰ ἐρεῖ τις, Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται;
But some man will say, Howe are the dead raised vp? and with what body come they foorth?
36 ἄφρων, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ·
O foole, that which thou sowest, is not quickened, except it die.
37 καὶ ὃ σπεί ρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν·
And that which thou sowest, thou sowest not that body that shalbe, but bare corne as it falleth, of wheat, or of some other.
38 ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.
But God giueth it a body at his pleasure, euen to euery seede his owne body,
39 οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ, ἀλλὰ ἄλλη μὲν ἀνθρώπων, ἄλλη δὲ σὰρξ κτηνῶν, ἄλλη δὲ σὰρξ πτηνῶν, ἄλλη δὲ ἰχθύων.
All flesh is not the same flesh, but there is one flesh of men, and another flesh of beastes, and another of fishes, and another of birdes.
40 καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια· ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων.
There are also heauenly bodies, and earthly bodies: but the glorie of the heauenly is one, and the glorie of the earthly is another.
41 ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.
There is another glorie of the sunne, and another glorie of the moone, and another glorie of the starres: for one starre differeth from another starre in glorie.
42 οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
So also is the resurrection of the dead. The bodie is sowen in corruption, and is raysed in incorruption.
43 σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
It is sowen in dishonour, and is raysed in glory: it is sowen in weakenesse, and is raysed in power.
44 Σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν. εἰ ἔστιν σῶμα ψυχικόν, ἔστιν καὶ πνευματικόν.
It is sowen a naturall body, and is raysed a spirituall body: there is a naturall body, and there is a spirituall body.
45 οὕτως καὶ γέγραπται, Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, · ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν.
As it is also written, The first man Adam was made a liuing soule: and the last Adam was made a quickening Spirit.
46 ἀλλ᾽ οὐ πρῶτον τὸ πνευματικόν, ἀλλὰ τὸ ψυχικόν, ἔπειτα τὸ πνευματικόν.
Howbeit that was not first which is spirituall: but that which is naturall, and afterward that which is spirituall.
47 ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ.
The first man is of the earth, earthly: the second man is the Lord from heauen.
48 οἷος ὁ χοϊκός, τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι·
As is the earthly, such are they that are earthly: and as is the heauenly, such are they also that are heauenly.
49 καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.
And as we haue borne the image of the earthly, so shall we beare the image of the heauenly.
50 Τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.
This say I, brethren, that flesh and blood cannot inherite the kingdome of God, neither doeth corruption inherite incorruption.
51 ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες οὐ κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα,
Behold, I shewe you a secret thing, We shall not all sleepe, but we shall all be changed,
52 ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.
In a moment, in the twinckling of an eye at the last trumpet: for the trumpet shall blow, and the dead shalbe raysed vp incorruptible, and we shalbe changed.
53 δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.
For this corruptible must put on incorruption: and this mortall must put on immortalitie.
54 ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος, Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
So when this corruptible hath put on incorruption, and this mortall hath put on immortalitie, then shalbe brought to passe the saying that is written, Death is swallowed vp into victorie.
55 Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, θάνατε, τὸ κέντρον; (Hadēs g86)
O death where is thy sting? O graue where is thy victorie? (Hadēs g86)
56 τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος·
The sting of death is sinne: and ye strength of sinne is the Lawe.
57 τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ.
But thankes be vnto God, which hath giuen vs victorie through our Lord Iesus Christ.
58 ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν κυρίῳ.
Therefore my beloued brethren, be ye stedfast, vnmoueable, aboundant alwayes in the worke of the Lord, forasmuch as ye knowe that your labour is not in vaine in the Lord.

< Προς Κορινθιους Α΄ 15 >