< Προς Τιτον 2 >
1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
But as for yoʋ, teach what is consistent with sound doctrine.
2 πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
Elderly men are to be sober-minded, dignified, sensible, and sound in faith, love, and endurance.
3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
Elderly women likewise are to be reverent in behavior, not slanderous or enslaved to much wine, but teaching what is good,
4 ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
so that they can admonish the young women to be loving to their husbands, loving to their children,
5 σώφρονας, ἁγνάς, οἰκουργούς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
sensible, pure, homemakers, kind, and submissive to their own husbands, so that the word of God may not be discredited.
6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν
In the same way, urge the younger men to be of sound mind.
7 περὶ πάντα, σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν, σεμνότητα,
Show yoʋrself to be a model of good works in every way, and in yoʋr teaching show integrity, dignity, incorruptibility,
8 λόγον ὑγιῆ ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον.
and sound speech that is above reproach, so that any opponent may be put to shame because he has nothing bad to say about us.
9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
Slaves are to be submissive to their own masters and well-pleasing in everything, not talking back,
10 μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
not pilfering, but showing all good faith, so that in every way they may adorn the teaching of God our Savior.
11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις,
For the saving grace of God has appeared to all people,
12 παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, (aiōn )
instructing us to deny ungodliness and worldly lusts and to live in a sensible, righteous, and godly manner in the present age, (aiōn )
13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ,
as we wait for the blessed hope—the appearing of the glory of our great God and Savior, Jesus Christ.
14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
He gave himself for us to redeem us from all lawlessness and to purify for himself a people for his own possession, zealous for good works.
15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.
Declare these things; encourage and rebuke with all authority. Let no one despise yoʋ.