< Αποκαλυψις Ιωαννου 15 >

1 Καὶ ἴδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
Un es redzēju citu lielu un brīnišķu zīmi debesīs: septiņus eņģeļus, kas turēja tās septiņas pēdīgās mocības, jo iekš tām Dieva dusmība piepildījās.
2 καὶ ἴδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
Un es redzēju kā glāzes jūru ar uguni jauktu; un tos, kas uzvarēja to zvēru un viņa bildi un viņa zīmi un viņa vārda skaitli, ka tie stāvēja pie tās glāzes jūras, turēdami Dieva kokles.
3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες, μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ· δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ἐθνῶν.
Un tie dziedāja Mozus, Tā Dieva kalpa, dziesmu un Tā Jēra dziesmu sacīdami: lieli un brīnišķi ir Tavi darbi, Kungs Dievs, visu Valdītājs; taisni un patiesīgi ir Tavi ceļi, Tu Ķēniņ pār tām tautām!
4 τίς οὐ μὴ φοβηθῇ, κύριε, καὶ δοξάσει τὸ ὄνομά σου; ὅτι μόνος ὅσιος, ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
Kas Tevi nebītos, Kungs, un nedotu Tavam vārdam godu? Jo Tu vien esi svēts; jo visas tautas nāks un pielūgs Tavā priekšā, jo Tavas tiesas ir atspīdējušas.
5 Καὶ μετὰ ταῦτα ἴδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
Un pēc tam es redzēju, un raugi, Dieva nams, tas liecības dzīvoklis, tapa atvērts debesīs.
6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίνον καθαρὸν λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
Un tie septiņi eņģeļi, kam tās septiņas mocības bija, nāca ārā no Dieva nama, apģērbti ar šķīstu un spožu audekli un apjozti ap krūtīm ar zelta jostām.
7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζώων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
Un viens no tiem četriem dzīviem deva tiem septiņiem eņģeļiem septiņus zelta kausus, pildītus ar Tā Dieva dusmību, kas mūžīgi mūžam dzīvo. (aiōn g165)
8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
Un Dieva nams tapa pilns dūmu no Dieva godības un no Viņa spēka, un neviens nevarēja Dieva namā ieiet, kamēr to septiņu eņģeļu septiņas mocības nebija pabeigtas.

< Αποκαλυψις Ιωαννου 15 >