< Προς Φιλημονα 1 >
1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
Paul, prisoner of Christ Jesus, and Timothy my brother, —unto Philemon the beloved, and a fellow worker of ours,
2 καὶ Ἀπφίᾳ τῇ ἀδελφῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·
And unto Apphia our sister. And unto Archippus our fellow-soldier, and unto the assembly which meeteth, at thy house:
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Favour unto you, and peace, from God our Father, and Lord Jesus Christ.
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
I am giving thanks unto my God—always, making mention, of thee, in my prayers,
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
Hearing of thy love, and of the faith which thou hast towards the Lord Jesus and towards all the saints, —
6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν·
To the end that, the fellowship of thy faith, may become, energetic, by a personal knowledge of every good thing that is in us towards Christ;
7 χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
For, much joy, have I had, and encouragement, by occasion of thy love, in that, the tender affections of the saints, have had rest given them by thee, brother.
8 Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
Wherefore, though I have, much, freedom of speech, in Christ, to be enjoining upon thee that which is befitting,
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ,
Yet, for loves sake, I rather exhort, —being, such a one, as Paul the aged, now, also, even a prisoner of Christ Jesus, —
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,
I exhort thee concerning my own child, whom I have begotten in my bonds, —Onesimus:
11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ καὶ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψά σοι,
Him who, at one time, was, unto thee, unserviceable, but, now, unto thee and unto me, serviceable;
12 αὐτόν, τοῦτ’ ἔστιν τὰ ἐμὰ σπλάγχνα.
Whom I have sent back unto thee—him, that is, my own, tender affections!—
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
Whom, I, was minded, with myself, to detain, that, in thy behalf, unto me, he might be ministering in the bonds of the joyful message;
14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
But, apart from thy mind, I wished to do, nothing, that, not as by necessity, thy goodness should be, but, by choice.
15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, (aiōnios )
For, peradventure, for this cause, was he separated for an hour, that, as an age-abiding possession, thou mightest have him back, — (aiōnios )
16 οὐκ ἔτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
No longer as a servant, but above a servant—a brother beloved, very greatly to me, but, how much rather, to thee—both in the flesh and in the Lord!
17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
If, therefore, thou holdest me as one in thy fellowship, take him unto thee, as myself;
18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα·
And, if he hath wronged thee at all or oweth thee aught, the same, unto me, do thou reckon: —
19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
I, Paul, have written [it] with, my own, hand, —I, will repay [it]; that I may not tell thee—that, thyself, unto me, thou still owest.
20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ.
Yea! brother, I, would, from thee, have help, in the Lord: give rest unto my tender affections in Christ.
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω ποιήσεις.
Confident of thine obedience, I have written unto thee, knowing that, even beyond what I say, thou wilt do: —
22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
At the same time, moreover, be also getting ready for me, a lodging; for I am hoping that, through your prayers, I shall be granted as a favour unto you.
23 Ἀσπάζεταί σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
There salute thee—Epaphras my fellow-captive in Christ Jesus,
24 Μάρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
Mark, Aristarchus, Demas, Luke, —my fellow-workers.
25 Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν.
The favour of the Lord Jesus Christ, be with your spirit.