< Κατα Ματθαιον 26 >
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
And it came to pass, when Jesus ended all these words, he said unto his disciples:
2 οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
Ye know that, after two days, the passover, taketh place, —and, the Son of Man, is to be delivered up, to be crucified.
3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
Then, were gathered together, the High-priests and the Elders of the people, into the court of the High-priest who was called Caiaphas;
4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν·
and they took counsel together, in order that, Jesus, by guile, they might secure, and slay.
5 ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
They were saying, however: Not during the feast, lest, an uproar, arise among the people.
6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
But, Jesus, happening to be in Bethany, in the house of Simon the leper,
7 προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου πολυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου.
there came unto him a woman, holding an alabaster-jar of costly perfume, and she poured it down upon his head, as he was reclining.
8 ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
And the disciples, seeing it, were greatly displeased, saying—To what end, this loss?
9 ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
For this could have been sold for much, and given to the destitute.
10 γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ.
But Jesus, taking note, said unto them—Why vex ye the woman? for, a seemly work, hath she wrought for me;
11 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
For, always, the destitute, have ye with you, —but, me, not always, have ye;
12 βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
For, she, pouring this perfume upon my body, so as to prepare me for burial, did it.
13 ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
Verily, I say unto you—Wheresoever this glad-message shall be proclaimed in all the world, also what she did, will be told, as a memorial of her.
14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
Then, went one of the twelve, the one called Judas Iscariot, unto the High-priests,
15 εἶπεν· τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
and said—What are ye willing to give unto me? and, I, unto you, will deliver him up. And they appointed him thirty pieces of silver.
16 καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
And, from that time, was he seeking a favourable opportunity that he might, deliver him up.
17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
And, on the first of the days of unleavened bread, the disciples came unto Jesus, saying—Where wilt thou, that we make ready for thee to eat the passover?
18 ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει· ὁ καιρός μου ἐγγύς ἐστιν, πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
And, he, said—Go your way into the city, unto such-a-one, and say to him, The teacher, saith, My season, is, near, with thee, will I keep the passover, with my disciples.
19 καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
And the disciples did, as Jesus directed them, and made ready the passover.
20 Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα μαθητῶν.
And, when, evening, came, he was reclining with the twelve [disciples];
21 καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
and, as they were eating, he said—Verily, I say unto you, One from among you, will deliver me up.
22 καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος· μήτι ἐγώ εἰμι, κύριε;
And, being exceedingly grieved, they began to be saying to him, each one—Can it be, I, Lord?
23 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ’ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.
And, he, answering, said—He who hath dipped with me his hand in the bowl, the same, will deliver me up.
24 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ. οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
The Son of Man, indeed, goeth his way, according as it is written concerning him, —But alas! for that man, through whom the Son of Man, is being delivered up: Well, had it been for him, if, that man, had not been born!
25 ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· μήτι ἐγώ εἰμι, ῥαββεί; λέγει αὐτῷ· σὺ εἶπας.
And Judas, who was delivering him up, answering, said—Can it be, I, Rabbi? He saith unto him—Thou, hast said.
26 Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν· λάβετε φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.
And, as they were eating, Jesus, taking a loaf and blessing, brake, —and, giving to his disciples, said—Take, eat! This, is, my body.
27 καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
And, taking a cup, and giving thanks, he gave unto them, saying—Drink of it, all of you;
28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
For, this, is my blood of the covenant, which, for many, is to be poured out, for remission of sins.
29 λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ’ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ’ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
Moreover, I say unto you—In nowise, will I drink, henceforth, of this produce of the vine, until that day, whensoever I shall drink it with you, new, in the kingdom of my Father.
30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
And, having sung praise, they went forth unto the Mount of Olives.
31 τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης.
Then, Jesus saith unto them—All ye, will find cause of stumbling in me, during this night; for it is written, I will smite the shepherd, and, the sheep of the flock, will be scattered abroad;
32 μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
But, after my arising, I will go before you into Galilee.
33 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.
Now Peter, answering, said unto him—Though, all, shall find cause of stumbling in thee, I, shall never find cause of stumbling.
34 ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
Jesus saith unto him: Verily, I say unto thee—During this night, before a cock crow, Thrice, wilt thou deny me.
35 λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπον.
Peter saith unto him: Even though it be needful for me, with thee to die, in nowise, will I deny thee. Likewise, all the disciples also, said.
36 Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
Then Jesus cometh with them, into a place called Gethsemane, —and he saith unto his disciples, Sit ye here, while I go yonder and pray.
37 καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
And, taking with him, Peter and the two sons of Zebedee, he began to be grieved and to be in great distress.
38 τότε λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.
Then, saith he unto them: Encompassed with grief, is my soul, unto death: Abide ye here, and be watching with me.
39 καὶ προσελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ.
And, going forward a little, he fell upon his face, offering prayer, and saying—My Father! If it is possible, let this cup pass from me, —Nevertheless, not as, I, will, but as, thou, wilt.
40 καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;
And he cometh unto his disciples, and findeth them sleeping, and said unto Peter—Thus, powerless are ye, one hour, to watch with me?
41 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
Be watching and praying, that ye may not enter into temptation: The spirit, indeed, is, eager, but, the flesh, weak.
42 πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
Again, a second time, departing he prayed, saying: My Father! If it is impossible for this to pass, except I, drink, it, Accomplished, be, thy will.
43 καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
And coming, he, again, found them sleeping, for their eyes had become heavy.
44 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.
And, leaving them, he, again, departed, and prayed a third time, the same word, saying again.
45 τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
Then, cometh he unto the disciples, and saith unto them, —Ye are sleeping what time remaineth, and taking your rest: Lo! the hour hath drawn near, and, the Son of Man, is being delivered up into the hands of sinners.
46 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
Arise! let us be going, —Lo! he that delivereth me up, hath drawn near.
47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
And, while, yet, he was speaking, lo! Judas, one of the twelve, came, and, with him, a large multitude, with swords and clubs, from the High-priests and Elders of the people.
48 ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἐὰν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν.
And, he who was delivering him up, gave them a sign, saying—Whomsoever I shall kiss, he, it is, —secure him.
49 καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· χαῖρε, ῥαββεί· καὶ κατεφίλησεν αὐτόν.
And, straightway, coming unto Jesus, he said—Joy to thee! Rabbi, and eagerly kissed him.
50 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, ἑταῖρε, ἐφ’ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
But, Jesus, said unto him—Friend! wherefore art thou here? Then, coming forward, they thrust their hands upon Jesus, and secured him.
51 καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
And lo! one of those with Jesus, stretching forth his hand, grasped his sword, and smiting the servant of the High-priest, cut off his ear.
52 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται.
Then, Jesus saith unto him—Put back thy sword into its place, for, all they who take a sword, by a sword, shall perish.
53 ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιώνων ἀγγέλων;
Or thinkest thou that I cannot call upon my Father, and he will set near me, even now, more than twelve legions of messengers?
54 πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ, ὅτι οὕτως δεῖ γενέσθαι;
How then should the Scriptures be fulfilled, that, thus, it must needs come to pass?
55 ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με.
In that hour, said Jesus unto the multitudes: As against a robber, came ye forth, with swords and clubs, to arrest me? Daily in the temple, used I to sit teaching, and ye secured me not;
56 τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
But, this, hath, wholly, come to pass, that, the Scriptures of the prophets, may be fulfilled. Then, the disciples, all forsaking him, fled.
57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
And, they who secured Jesus, led him away unto Caiaphas the High-priest, where the Scribes and the Elders gathered themselves together.
58 ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
Now, Peter, was following him afar off, unto the court of the High-priest, —and, entering within, was sitting with the attendants, to see the end.
59 Οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν θανατώσουσιν,
Now, the High-priests and all the High-council, were seeking false-witness against Jesus, that they might, put him to death;
60 καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο
and found not any, though many came forward as false-witnesses. At length, however, there came forward, two,
61 εἶπον· οὗτος ἔφη· δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν αὐτὸν οἰκοδομῆσαι.
and said: This, man said—I am able to pull down the shrine of God, and, in three days, to, build, it.
62 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
And the High-priest, arising, said unto him—Nothing, answerest thou? What are these, against thee bearing witness?
63 ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
But, Jesus, was silent. And, the High-priest, said unto him: I put thee on oath, by the Living God, that, to us, thou say—Whether, thou, art the Christ, the Son of God.
64 λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
Jesus saith unto him: Thou, hast said; Moreover, I say unto you—Hereafter, ye will see the Son of Man, sitting on the right hand of power, and coming upon the clouds of heaven.
65 τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων· ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν.
Then, the High-priest rent asunder his garments, saying—He hath spoken profanely! What further need have we, of witnesses? Lo! now, ye have heard the profanity!
66 τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστίν.
How, to you, doth it seem? And, they, answering, said: Guilty of death, he is.
67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν
Then, spat they into his face, and buffeted him; and, others, struck him smartly,
68 λέγοντες· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
saying—Prophesy unto us, O Christ! Who is he that struck thee?
69 Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
Now, Peter, was sitting without, in the court; and there came unto him a certain female servant, saying—Thou also, wast with Jesus, the Galilaean.
70 ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
But, he, denied before all, saying—I know not what thou sayest.
71 ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ· οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
And, when he went out into the porch, another female saw him, and said unto them who were there—This, one was with Jesus the Nazarene.
72 καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
And, again, he denied, with an oath—I know not the man.
73 μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
And, after a little, the by-standers, coming forward, said unto Peter: Truly, thou also, art, from among them, for, thy very speech, maketh thee, manifest.
74 τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον· καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Then, began he to be cursing and swearing—I know not the man! And, straightway, a cock crowed.
75 καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
And Peter was put in mind of the declaration of Jesus, of his having said—Before a cock crow, thrice, wilt thou utterly deny me; and, going forth outside, he wept bitterly.