< Κατα Ματθαιον 24 >

1 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
U Yesu akhafuma mshibhanza na akhasogola. Abhanafunzi bhakwe bhakhamalila na hunolesye inyumba yishibhanza.
2 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.
Lakini akhajibu na hubhawhunzye, “Je, muhungolola amambo enga gonti? Lyoli ihumbawhozyo nalimo Iwe lyalyahisagala humwanya yilya mwawho bila abomolewe.”
3 καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος; (aiōn g165)
Na pakhakheye mwingamba li Mizeituni, awanafunzi wakwe bhakhamalila, “Pambembe, Tiwhuzye amambo enga gahaifumila ndii? Hantu wele khakhaiwonekha ahwenze huliwe na humwisho wa munsi?” (aiōn g165)
4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
U Yesu akhabhajibu, akhabhawozya, “Msimisizyaje aje umuntu asakhabhatezye.
5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσιν.
Maana winchi wanzahwenze hwi tawa lyane. Wanzayanje, 'Ane nene Klisiti,' na wanza huwatezye winchi.
6 μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ’ οὔπω ἐστὶν τὸ τέλος.
Munza akhovye ulugo ni kholo yi lugo Enyanji musakhawye nii wonga, maana amambo engo lazima gafumile; lakini ula umalishilo unzabhe usele.
7 ἐγερθήσεται γὰρ ἔθνος ἐπ’ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
Hwamaana insi ni insi uwamwao zibhalalwe na umwene na umwene uwamwao. Hunzabhe inzala na nanyinje insi isehemu izimo zimo.
8 πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Lakini amambo enga gonti gahunde tu uchungu wa pape.
9 τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
Ndipo wanza hubhafumye wapate amalabha na hubhabude. Mnza vitilwe na bhamnsi wonti husababu yi tawa lyane.
10 καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
Epo winchi bhanza bomele na zilane navitilanwe bhewokwa bhewo.
11 καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
Awakuwa winchi bhilenkha bhakhaifumila na hubhakhopela bhinchi.
12 καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
Epo imbibhi ziahainyonjelela, ulugano ulwawinchi wahaipola.
13 ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Lakini yakhaijimba mpaka mumalishilo ahaiokolewa.
14 καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
Eli inzwi ilya umwene lyakhailumbelelwa monti abhe ushaihidi mubha munsi mwonti. Epo owhavmalishilo unzahwenze.
15 Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
Eshi, lwamwalilola ichukizo ilya nanganye, liliyangwile na u Danieli lyemeleye amahali pafinjile [Yabhazya amanye],
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
epo bhabhali huayunda washembelele humagamba.
17 ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
Nula yali pamwanya panyumba asahajezye ahwishe pansi ahueuje ahantu hakhonti afume mkhanti yi nyumba yakwe,
18 καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
nape yalekho hugonda asakha wele ahuenje umwenda gwakwe.
19 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Washelile ewo bhali na bhana bhala bhabhakhosya husiku izyo!
20 προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
Lawanji aje ashmbele hwenyu husakhabhe wakati wisasa, wala lisiku lya sabato.
21 ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐκ ἐγένετο ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’ οὐ μὴ γένηται.
Kwa kuwa hwaibha ishinda ingosi, yasanga iwahile afumile ahuande awhumbwe insi hadi isala enzi, na sagaikhaibha nantele.
22 καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
Insiku izyo nkhasanga hupungoshe numo uyo angonkokho. Lakini hwa bhala bhabhasalulilwe isiku zyaipungukha.
23 τότε ἐάν τις ὑμῖν εἴπῃ· ἰδοὺ ὧδε ὁ Χριστός, ἤ, ὧδε, μὴ πιστεύσητε·
Nantele nkhashe umuntu wowonti anzahubhawozye 'Enya, Klisiti alekho epa! au, 'Uklisiti alekho hula msakhakheteshe inongwa eyo.
24 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανηθῆναι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
Maana Amaklisiti wilenkha na abhatumi wilenkha bhanza huenze, na bhanza lolesye amayele amagosi nagashinjisye, hwilengo iliyatenzye, bhabhajie hata bhabhasalulilwe.
25 ἰδοὺ προείρηκα ὑμῖν.
Enyanji, imbasundile shangasele amambo enga afumile.
26 ἐὰν οὖν εἴπωσιν ὑμῖν· ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
Kwa huje khabhanza hubhawhunzye, “Uklisiti alihumbuga,' msahabhale ukho humbuga. Au, 'Enyaji, alimuhanti munyumba,' musakhakheteshe inongwa eyo.
27 ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Nanzi shila ilandi shinglala afume humashariki nakhoye hadi humaghalibi shishesho shanza huenze umwana wa Adamu.
28 ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
Poponti papali uwozu, ukho pabhawhungana impanga.
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Insiku zila amalabha amagosi nkhageza, isenya lyahaiwehwa ahinsi, nu mwenzi sangagwakha ifumya ukhozya wakwe, inzonto zyingwa afume humwanya, na ingovo izya humwanya zyakhaiyinga.
30 καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Epo amayele ga Mwana wa Adamu gakhailolekha humwanya, na amakabila gonti gamunsi gakhaikhola. Bhakhainola umwana wa Adamu ahuenze humabhengo gahumwanya hungonvu nu tunndumu ungosi.
31 καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
Akhaimatuma abhatumi bhakwe ni isauti ingosi yi tarumbeta, ewho bhanza hubha whuganye peka abhasalulwe bhakwe afume ipane zinne izya munsi, afume humalishilo weka wahumwanya, hadi ungwamwao.
32 Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν. ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
Manyizyaji isunkulu afume hwikwi. Lwalimela lifumya amatundu ni samba mumanya aje shisenya shikalibiye.
33 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Nantele lwamzalole amambo gonti enga, muhuanzia amanye aje akalibiye, alikalibu munjango.
34 ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
ihumbawhunzya, ishikholo eshi sangashishila, hadi amambo ganti enga ganzabhe gafumiye.
35 ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
Imwanya ninsi zizashile, lakini izwi liane sangalishila kamwe.
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος.
Lakini isiku elyo ni saa inyo numo ya menye, hata abhatumi bhahumwanya wala umwana, yudaada mweene.
37 ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Nanzi shikhali isiku izya Nuhu, shinzabhe ahwenza umwana wa Adamu.
38 ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
Isiku izyo shisele igalika, abhantu walinga, na bhamwelanga bheganga na huengwe, hadi isiku lila u Nuhu ahwinjile musafina,
39 καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
sangabhakha menye ahantukhahonti khakhazafumile hadi egalika lwayenza na hubhazyole wonti - shinzabhe shesho lwakhaiyenza umwana wa Adamu.
40 τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται·
Abhantu bhabhile bhahaibha humagonda- weka akhaiyengwa na weka akhailehwa hwisinda.
41 δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
Abhashe bhabhile bhahaiwa asye peka - weka akhaiyengwa na weka akhaisagala.
42 γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
Sanga mumenye isiku lyahaiyeza U Bwana wenyu kwa hiyo khalaji maso.
43 Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
Mumanye aje umwenesho nyumba angamenye isala ya hwenze umwibha indi alimaso andasaga aleshile inyumba yakwe bha mwinjilile.
44 διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Shesho ihuanziwa abhe tayari, isala musangamuimenye umwana wa Adamu akhaiyenza.
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
Eshi yunanu aligolosu, umuwomba mbombo yali nijele, leyo ubwana wake apinye ugosi abhapelaje ishalye bhabhali muyumba yakwe husala yifaa?
46 μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα.
Asayiwilwe umuwomba mbombo uyo, aje ubwana wakwe anzahumwaje awomba esho uwakati uuhuenza.
47 ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Lyoli ihumbawozya ubwana wakwe anzahumeshe humwanya kila hatu khalinakho.
48 ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὐτοῦ· χρονίζει μου ὁ κύριος,
Lakini nkashe umuwomba mbombo umibhi anzayanje mumoyo gwake, 'Ubwana wane akheye,'
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων·
na waanda hubhakhome abhawomba mbombo wakwe na alie kholwe amakholwa.
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
UBwana wa bhawomba mbombo uyo anzahuenze hwisiku lyasanga alimeye ni sala yasanga amenye.
51 καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
UBwana wakwe anza hudumlanye ivipande vibhile na humeshe inafasi yeka na abhilenkha, ewo bhanza lile nasie amino.

< Κατα Ματθαιον 24 >