< Κατα Ματθαιον 21 >

1 Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ ὄρος τῶν ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
και οτε ηγγισαν εισ ιεροσολυμα και ηλθον εισ βηθσφαγη προσ το οροσ των ελαιων τοτε ο ιησουσ απεστειλεν δυο μαθητασ
2 λέγων αὐτοῖς· πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ’ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.
λεγων αυτοισ πορευθητε εισ την κωμην την απεναντι υμων και ευθεωσ ευρησετε ονον δεδεμενην και πωλον μετ αυτησ λυσαντεσ αγαγετε μοι
3 καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.
και εαν τισ υμιν ειπη τι ερειτε οτι ο κυριοσ αυτων χρειαν εχει ευθεωσ δε αποστελλει αυτουσ
4 τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
τουτο δε ολον γεγονεν ινα πληρωθη το ρηθεν δια του προφητου λεγοντοσ
5 εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον, καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.
ειπατε τη θυγατρι σιων ιδου ο βασιλευσ σου ερχεται σοι πραυσ και επιβεβηκωσ επι ονον και πωλον υιον υποζυγιου
6 πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς,
πορευθεντεσ δε οι μαθηται και ποιησαντεσ καθωσ προσεταξεν αυτοισ ο ιησουσ
7 ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπ’ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
ηγαγον την ονον και τον πωλον και επεθηκαν επανω αυτων τα ιματια αυτων και επεκαθισεν επανω αυτων
8 ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ.
ο δε πλειστοσ οχλοσ εστρωσαν εαυτων τα ιματια εν τη οδω αλλοι δε εκοπτον κλαδουσ απο των δενδρων και εστρωννυον εν τη οδω
9 οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυείδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
οι δε οχλοι οι προαγοντεσ και οι ακολουθουντεσ εκραζον λεγοντεσ ωσαννα τω υιω δαυιδ ευλογημενοσ ο ερχομενοσ εν ονοματι κυριου ωσαννα εν τοισ υψιστοισ
10 Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
και εισελθοντοσ αυτου εισ ιεροσολυμα εσεισθη πασα η πολισ λεγουσα τισ εστιν ουτοσ
11 οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
οι δε οχλοι ελεγον ουτοσ εστιν ιησουσ ο προφητησ ο απο ναζαρετ τησ γαλιλαιασ
12 Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν τοῦ θεοῦ, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,
και εισηλθεν ο ιησουσ εισ το ιερον του θεου και εξεβαλεν παντασ τουσ πωλουντασ και αγοραζοντασ εν τω ιερω και τασ τραπεζασ των κολλυβιστων κατεστρεψεν και τασ καθεδρασ των πωλουντων τασ περιστερασ
13 καὶ λέγει αὐτοῖς· γέγραπται· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.
και λεγει αυτοισ γεγραπται ο οικοσ μου οικοσ προσευχησ κληθησεται υμεισ δε αυτον εποιησατε σπηλαιον ληστων
14 Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
και προσηλθον αυτω χωλοι και τυφλοι εν τω ιερω και εθεραπευσεν αυτουσ
15 ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας, ὡσαννὰ τῷ υἱῷ Δαυείδ, ἠγανάκτησαν
ιδοντεσ δε οι αρχιερεισ και οι γραμματεισ τα θαυμασια α εποιησεν και τουσ παιδασ κραζοντασ εν τω ιερω και λεγοντασ ωσαννα τω υιω δαυιδ ηγανακτησαν
16 καὶ εἶπαν αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί· οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
και ειπον αυτω ακουεισ τι ουτοι λεγουσιν ο δε ιησουσ λεγει αυτοισ ναι ουδεποτε ανεγνωτε οτι εκ στοματοσ νηπιων και θηλαζοντων κατηρτισω αινον
17 καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.
και καταλιπων αυτουσ εξηλθεν εξω τησ πολεωσ εισ βηθανιαν και ηυλισθη εκει
18 Πρωῒ δὲ ἐπαναγαγὼν εἰς τὴν πόλιν ἐπείνασεν.
πρωιασ δε επαναγων εισ την πολιν επεινασεν
19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· οὐ μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. (aiōn g165)
και ιδων συκην μιαν επι τησ οδου ηλθεν επ αυτην και ουδεν ευρεν εν αυτη ει μη φυλλα μονον και λεγει αυτη μηκετι εκ σου καρποσ γενηται εισ τον αιωνα και εξηρανθη παραχρημα η συκη (aiōn g165)
20 καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πως παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
και ιδοντεσ οι μαθηται εθαυμασαν λεγοντεσ πωσ παραχρημα εξηρανθη η συκη
21 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
αποκριθεισ δε ο ιησουσ ειπεν αυτοισ αμην λεγω υμιν εαν εχητε πιστιν και μη διακριθητε ου μονον το τησ συκησ ποιησετε αλλα καν τω ορει τουτω ειπητε αρθητι και βληθητι εισ την θαλασσαν γενησεται
22 καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.
και παντα οσα εαν αιτησητε εν τη προσευχη πιστευοντεσ ληψεσθε
23 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
και ελθοντι αυτω εισ το ιερον προσηλθον αυτω διδασκοντι οι αρχιερεισ και οι πρεσβυτεροι του λαου λεγοντεσ εν ποια εξουσια ταυτα ποιεισ και τισ σοι εδωκεν την εξουσιαν ταυτην
24 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·
αποκριθεισ δε ο ιησουσ ειπεν αυτοισ ερωτησω υμασ καγω λογον ενα ον εαν ειπητε μοι καγω υμιν ερω εν ποια εξουσια ταυτα ποιω
25 τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο παρ’ ἑαυτοῖς λέγοντες·
το βαπτισμα ιωαννου ποθεν ην εξ ουρανου η εξ ανθρωπων οι δε διελογιζοντο παρ εαυτοισ λεγοντεσ εαν ειπωμεν εξ ουρανου ερει ημιν δια τι ουν ουκ επιστευσατε αυτω
26 ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.
εαν δε ειπωμεν εξ ανθρωπων φοβουμεθα τον οχλον παντεσ γαρ εχουσιν τον ιωαννην ωσ προφητην
27 καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
και αποκριθεντεσ τω ιησου ειπον ουκ οιδαμεν εφη αυτοισ και αυτοσ ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο· προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι.
τι δε υμιν δοκει ανθρωποσ ειχεν τεκνα δυο και προσελθων τω πρωτω ειπεν τεκνον υπαγε σημερον εργαζου εν τω αμπελωνι μου
29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω, ὕστερον μεταμεληθεὶς ἀπῆλθεν.
ο δε αποκριθεισ ειπεν ου θελω υστερον δε μεταμεληθεισ απηλθεν
30 προσελθὼν δὲ τῷ ἑτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
και προσελθων τω δευτερω ειπεν ωσαυτωσ ο δε αποκριθεισ ειπεν εγω κυριε και ουκ απηλθεν
31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
τισ εκ των δυο εποιησεν το θελημα του πατροσ λεγουσιν αυτω ο πρωτοσ λεγει αυτοισ ο ιησουσ αμην λεγω υμιν οτι οι τελωναι και αι πορναι προαγουσιν υμασ εισ την βασιλειαν του θεου
32 ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
ηλθεν γαρ προσ υμασ ιωαννησ εν οδω δικαιοσυνησ και ουκ επιστευσατε αυτω οι δε τελωναι και αι πορναι επιστευσαν αυτω υμεισ δε ιδοντεσ ου μετεμεληθητε υστερον του πιστευσαι αυτω
33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
αλλην παραβολην ακουσατε ανθρωποσ τισ ην οικοδεσποτησ οστισ εφυτευσεν αμπελωνα και φραγμον αυτω περιεθηκεν και ωρυξεν εν αυτω ληνον και ωκοδομησεν πυργον και εξεδοτο αυτον γεωργοισ και απεδημησεν
34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
οτε δε ηγγισεν ο καιροσ των καρπων απεστειλεν τουσ δουλουσ αυτου προσ τουσ γεωργουσ λαβειν τουσ καρπουσ αυτου
35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
και λαβοντεσ οι γεωργοι τουσ δουλουσ αυτου ον μεν εδειραν ον δε απεκτειναν ον δε ελιθοβολησαν
36 πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
παλιν απεστειλεν αλλουσ δουλουσ πλειονασ των πρωτων και εποιησαν αυτοισ ωσαυτωσ
37 ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
υστερον δε απεστειλεν προσ αυτουσ τον υιον αυτου λεγων εντραπησονται τον υιον μου
38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ.
οι δε γεωργοι ιδοντεσ τον υιον ειπον εν εαυτοισ ουτοσ εστιν ο κληρονομοσ δευτε αποκτεινωμεν αυτον και κατασχωμεν την κληρονομιαν αυτου
39 καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
και λαβοντεσ αυτον εξεβαλον εξω του αμπελωνοσ και απεκτειναν
40 ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
οταν ουν ελθη ο κυριοσ του αμπελωνοσ τι ποιησει τοισ γεωργοισ εκεινοισ
41 λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
λεγουσιν αυτω κακουσ κακωσ απολεσει αυτουσ και τον αμπελωνα εκδωσεται αλλοισ γεωργοισ οιτινεσ αποδωσουσιν αυτω τουσ καρπουσ εν τοισ καιροισ αυτων
42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
λεγει αυτοισ ο ιησουσ ουδεποτε ανεγνωτε εν ταισ γραφαισ λιθον ον απεδοκιμασαν οι οικοδομουντεσ ουτοσ εγενηθη εισ κεφαλην γωνιασ παρα κυριου εγενετο αυτη και εστιν θαυμαστη εν οφθαλμοισ ημων
43 διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
δια τουτο λεγω υμιν οτι αρθησεται αφ υμων η βασιλεια του θεου και δοθησεται εθνει ποιουντι τουσ καρπουσ αυτησ
και ο πεσων επι τον λιθον τουτον συνθλασθησεται εφ ον δ αν πεση λικμησει αυτον
45 ἀκούσαντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·
και ακουσαντεσ οι αρχιερεισ και οι φαρισαιοι τασ παραβολασ αυτου εγνωσαν οτι περι αυτων λεγει
46 καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.
και ζητουντεσ αυτον κρατησαι εφοβηθησαν τουσ οχλουσ επειδη ωσ προφητην αυτον ειχον

< Κατα Ματθαιον 21 >