< Κατα Μαρκον 14 >

1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας, καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·
ཏདཱ ནིསྟཱརོཏྶཝཀིཎྭཧཱིནཔཱུཔོཏྶཝཡོརཱརམྦྷསྱ དིནདྭཡེ ྅ཝཤིཥྚེ པྲདྷཱནཡཱཛཀཱ ཨདྷྱཱཔཀཱཤྩ ཀེནཱཔི ཚལེན ཡཱིཤུཾ དྷརྟྟཱཾ ཧནྟུཉྩ མྲྀགཡཱཉྩཀྲིརེ;
2 ἔλεγον γάρ· μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.
ཀིནྟུ ལོཀཱནཱཾ ཀལཧབྷཡཱདཱུཙིརེ, ནཙོཏྶཝཀཱལ ཨུཙིཏམེཏདིཏི།
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὸν ἀλάβαστρον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς.
ཨནནྟརཾ བཻཐནིཡཱཔུརེ ཤིམོནཀུཥྛིནོ གྲྀཧེ ཡོཤཽ བྷོཏྐུམུཔཝིཥྚེ སཏི ཀཱཙིད྄ ཡོཥིཏ྄ པཱཎྜརཔཱཥཱཎསྱ སམྤུཊཀེན མཧཱརྒྷྱོཏྟམཏཻལམ྄ ཨཱནཱིཡ སམྤུཊཀཾ བྷཾཀྟྭཱ ཏསྱོཏྟམཱངྒེ ཏཻལདྷཱརཱཾ པཱཏཡཱཉྩཀྲེ།
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς· εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
ཏསྨཱཏ྄ ཀེཙིཏ྄ སྭཱནྟེ ཀུཔྱནྟཿ ཀཐིཏཝཾནྟཿ ཀུཏོཡཾ ཏཻལཱཔཝྱཡཿ?
5 ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμοῦντο αὐτῇ.
ཡདྱེཏཏ྄ ཏཻལ ཝྱཀྲེཥྱཏ ཏརྷི མུདྲཱཔཱདཤཏཏྲཡཱདཔྱདྷིཀཾ ཏསྱ པྲཱཔྟམཱུལྱཾ དརིདྲལོཀེབྷྱོ དཱཏུམཤཀྵྱཏ, ཀཐཱམེཏཱཾ ཀཐཡིཏྭཱ ཏཡཱ ཡོཥིཏཱ སཱཀཾ ཝཱཙཱཡུཧྱན྄།
6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί.
ཀིནྟུ ཡཱིཤུརུཝཱཙ, ཀུཏ ཨེཏསྱཻ ཀྲྀཙྪྲཾ དདཱསི? མཧྱམིཡཾ ཀརྨྨོཏྟམཾ ཀྲྀཏཝཏཱི།
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
དརིདྲཱཿ སཪྻྭདཱ ཡུཥྨཱབྷིཿ སཧ ཏིཥྛནྟི, ཏསྨཱད྄ ཡཱུཡཾ ཡདེཙྪཐ ཏདཻཝ ཏཱནུཔཀརྟྟཱཾ ཤཀྣུཐ, ཀིནྟྭཧཾ ཡུབྷཱབྷིཿ སཧ ནིརནྟརཾ ན ཏིཥྛཱམི།
8 ὃ ἔσχεν ἐποίησεν· προέλαβεν μυρίσαι μου τὸ σῶμά εἰς τὸν ἐνταφιασμόν.
ཨསྱཱ ཡཐཱསཱདྷྱཾ ཏཐཻཝཱཀརོདིཡཾ, ཤྨཤཱནཡཱཔནཱཏ྄ པཱུཪྻྭཾ སམེཏྱ མདྭཔུཥི ཏཻལམ྄ ཨམརྡྡཡཏ྄།
9 ἀμὴν δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
ཨཧཾ ཡུཥྨབྷྱཾ ཡཐཱརྠཾ ཀཐཡཱམི, ཛགཏཱཾ མདྷྱེ ཡཏྲ ཡཏྲ སུསཾཝཱདོཡཾ པྲཙཱརཡིཥྱཏེ ཏཏྲ ཏཏྲ ཡོཥིཏ ཨེཏསྱཱཿ སྨརཎཱརྠཾ ཏཏྐྲྀཏཀརྨྨཻཏཏ྄ པྲཙཱརཡིཥྱཏེ།
10 Καὶ Ἰούδας Ἰσκαριώθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.
ཏཏཿ པརཾ དྭཱདཤཱནཱཾ ཤིཥྱཱཎཱམེཀ ཨཱིཥྐརིཡོཏཱིཡཡིཧཱུདཱཁྱོ ཡཱིཤུཾ པརཀརེཥུ སམརྤཡིཏུཾ པྲདྷཱནཡཱཛཀཱནཱཾ སམཱིཔམིཡཱཡ།
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.
ཏེ ཏསྱ ཝཱཀྱཾ སམཱཀརྞྱ སནྟུཥྚཱཿ སནྟསྟསྨཻ མུདྲཱ དཱཏུཾ པྲཏྱཛཱནཏ; ཏསྨཱཏ྄ ས ཏཾ ཏེཥཱཾ ཀརེཥུ སམརྤཎཱཡོཔཱཡཾ མྲྀགཡཱམཱས།
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
ཨནནྟརཾ ཀིཎྭཤཱུནྱཔཱུཔོཏྶཝསྱ པྲཐམེ྅ཧནི ནིསྟཱརོཏྨཝཱརྠཾ མེཥམཱརཎཱསམཡེ ཤིཥྱཱསྟཾ པཔྲཙྪཿ ཀུཏྲ གཏྭཱ ཝཡཾ ནིསྟཱརོཏྶཝསྱ བྷོཛྱམཱསཱདཡིཥྱཱམཿ? ཀིམིཙྪཏི བྷཝཱན྄?
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ,
ཏདཱནཱིཾ ས ཏེཥཱཾ དྭཡཾ པྲེརཡན྄ བབྷཱཥེ ཡུཝཡོཿ པུརམདྷྱཾ གཏཡོཿ སཏོ ཪྻོ ཛནཿ སཛལཀུམྦྷཾ ཝཧན྄ ཡུཝཱཾ སཱཀྵཱཏ྄ ཀརིཥྱཏི ཏསྱཻཝ པཤྩཱད྄ ཡཱཏཾ;
14 καὶ ὅπου ἐὰν εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστιν τὸ κατάλυμά μου, ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
ས ཡཏ྄ སདནཾ པྲཝེཀྵྱཏི ཏདྦྷཝནཔཏིཾ ཝདཏཾ, གུརུརཱཧ ཡཏྲ སཤིཥྱོཧཾ ནིསྟཱརོཏྶཝཱིཡཾ བྷོཛནཾ ཀརིཥྱཱམི, སཱ བྷོཛནཤཱལཱ ཀུཏྲཱསྟི?
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον, κἀκεῖ ἑτοιμάσατε ἡμῖν.
ཏཏཿ ས པརིཥྐྲྀཏཱཾ སུསཛྫིཏཱཾ བྲྀཧཏཱིཙཉྩ ཡཱཾ ཤཱལཱཾ དརྴཡིཥྱཏི ཏསྱཱམསྨདརྠཾ བྷོཛྱདྲཝྱཱཎྱཱསཱདཡཏཾ།
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
ཏཏཿ ཤིཥྱཽ པྲསྠཱཡ པུརཾ པྲཝིཤྱ ས ཡཐོཀྟཝཱན྄ ཏཐཻཝ པྲཱཔྱ ནིསྟཱརོཏྶཝསྱ བྷོཛྱདྲཝྱཱཎི སམཱསཱདཡེཏཱམ྄།
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
ཨནནྟརཾ ཡཱིཤུཿ སཱཡཾཀཱལེ དྭཱདཤབྷིཿ ཤིཥྱཻཿ སཱརྡྡྷཾ ཛགཱམ;
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ’ ἐμοῦ.
སཪྻྭེཥུ བྷོཛནཱཡ པྲོཔཝིཥྚེཥུ ས ཏཱནུདིཏཝཱན྄ ཡུཥྨཱནཧཾ ཡཐཱརྠཾ ཝྱཱཧརཱམི, ཨཏྲ ཡུཥྨཱཀམེཀོ ཛནོ ཡོ མཡཱ སཧ བྷུཾཀྟེ མཱཾ པརཀེརེཥུ སམརྤཡིཥྱཏེ།
19 ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· μήτι ἐγώ;
ཏདཱནཱིཾ ཏེ དུཿཁིཏཱཿ སནྟ ཨེཀཻཀཤསྟཾ པྲཥྚུམཱརབྡྷཝནྟཿ ས ཀིམཧཾ? པཤྩཱད྄ ཨནྱ ཨེཀོབྷིདདྷེ ས ཀིམཧཾ?
20 ὁ δὲ εἶπεν αὐτοῖς· εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ’ ἐμοῦ εἰς τὸ τρύβλιον.
ཏཏཿ ས པྲཏྱཝདད྄ ཨེཏེཥཱཾ དྭཱདཤཱནཱཾ ཡོ ཛནོ མཡཱ སམཾ བྷོཛནཱཔཱཏྲེ པཱཎིཾ མཛྫཡིཥྱཏི ས ཨེཝ།
21 ὅτι ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
མནུཛཏནཡམདྷི ཡཱདྲྀཤཾ ལིཁིཏམཱསྟེ ཏདནུརཱུཔཱ གཏིསྟསྱ བྷཝིཥྱཏི, ཀིནྟུ ཡོ ཛནོ མཱནཝསུཏཾ སམརྤཡིཥྱཏེ ཧནྟ ཏསྱ ཛནྨཱབྷཱཝེ སཏི བྷདྲམབྷཝིཥྱཏ྄།
22 Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· λάβετε· τοῦτό ἐστιν τὸ σῶμά μου.
ཨཔརཉྩ ཏེཥཱཾ བྷོཛནསམཡེ ཡཱིཤུཿ པཱུཔཾ གྲྀཧཱིཏྭེཤྭརགུཎཱན྄ ཨནུཀཱིརྟྱ བྷངྐྟྭཱ ཏེབྷྱོ དཏྟྭཱ བབྷཱཥེ, ཨེཏད྄ གྲྀཧཱིཏྭཱ བྷུཉྫཱིདྷྭམ྄ ཨེཏནྨམ ཝིགྲཧརཱུཔཾ།
23 καὶ λαβὼν ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
ཨནནྟརཾ ས ཀཾསཾ གྲྀཧཱིཏྭེཤྭརསྱ གུཎཱན྄ ཀཱིརྟྟཡིཏྭཱ ཏེབྷྱོ དདཽ, ཏཏསྟེ སཪྻྭེ པཔུཿ།
24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν.
ཨཔརཾ ས ཏཱནཝཱདཱིད྄ བཧཱུནཱཾ ནིམིཏྟཾ པཱཏིཏཾ མམ ནཝཱིནནིཡམརཱུཔཾ ཤོཎིཏམེཏཏ྄།
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
ཡུཥྨཱནཧཾ ཡཐཱརྠཾ ཝདཱམི, ཨཱིཤྭརསྱ རཱཛྱེ ཡཱཝཏ྄ སདྱོཛཱཏཾ དྲཱཀྵཱརསཾ ན པཱསྱཱམི, ཏཱཝདཧཾ དྲཱཀྵཱཕལརསཾ པུན རྣ པཱསྱཱམི།
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
ཏདནནྟརཾ ཏེ གཱིཏམེཀཾ སཾགཱིཡ བཧི རྫཻཏུནཾ ཤིཁརིཎཾ ཡཡུཿ
27 καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται· πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα διασκορπισθήσονται.
ཨཐ ཡཱིཤུསྟཱནུཝཱཙ ནིཤཱཡཱམསྱཱཾ མཡི ཡུཥྨཱཀཾ སཪྻྭེཥཱཾ པྲཏྱཱུཧོ བྷཝིཥྱཏི ཡཏོ ལིཁིཏམཱསྟེ ཡཐཱ, མེཥཱཎཱཾ རཀྵཀཉྩཱཧཾ པྲཧརིཥྱཱམི ཝཻ ཏཏཿ། མེཥཱཎཱཾ ནིཝཧོ ནཱུནཾ པྲཝིཀཱིརྞོ བྷཝིཥྱཏི།
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
ཀནྟུ མདུཏྠཱནེ ཛཱཏེ ཡུཥྨཱཀམགྲེ྅ཧཾ གཱལཱིལཾ ཝྲཛིཥྱཱམི།
29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλ’ οὐκ ἐγώ.
ཏདཱ པིཏརཿ པྲཏིབབྷཱཥེ, ཡདྱཔི སཪྻྭེཥཱཾ པྲཏྱཱུཧོ བྷཝཏི ཏཐཱཔི མམ ནཻཝ བྷཝིཥྱཏི།
30 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ταύτῃ τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.
ཏཏོ ཡཱིཤུརུཀྟཱཝཱན྄ ཨཧཾ ཏུབྷྱཾ ཏཐྱཾ ཀཐཡཱམི, ཀྵཎཱདཱཡཱམདྱ ཀུཀྐུཊསྱ དྭིཏཱིཡཝཱརརཝཎཱཏ྄ པཱུཪྻྭཾ ཏྭཾ ཝཱརཏྲཡཾ མཱམཔཧྣོཥྱསེ།
31 ὁ δὲ ἐκπερισσῶς ἐλάλει· ἐὰν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσωμαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
ཀིནྟུ ས གཱཌྷཾ ཝྱཱཧརད྄ ཡདྱཔི ཏྭཡཱ སཱརྡྡྷཾ མམ པྲཱཎོ ཡཱཏི ཏཐཱཔི ཀཐམཔི ཏྭཱཾ ནཱཔཧྣོཥྱེ; སཪྻྭེ྅པཱིཏརེ ཏཐཻཝ བབྷཱཥིརེ།
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
ཨཔརཉྩ ཏེཥུ གེཏྴིམཱནཱིནཱམཀཾ སྠཱན གཏེཥུ ས ཤིཥྱཱན྄ ཛགཱད, ཡཱཝདཧཾ པྲཱརྠཡེ ཏཱཝདཏྲ སྠཱནེ ཡཱུཡཾ སམུཔཝིཤཏ།
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μετ’ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν,
ཨཐ ས པིཏརཾ ཡཱཀཱུབཾ ཡོཧནཉྩ གྲྀཧཱིཏྭཱ ཝཝྲཱཛ; ཨཏྱནྟཾ ཏྲཱསིཏོ ཝྱཱཀུལིཏཤྩ ཏེབྷྱཿ ཀཐཡཱམཱས,
34 καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.
ནིདྷནཀཱལཝཏ྄ པྲཱཎོ མེ྅ཏཱིཝ དཿཁམེཏི, ཡཱུཡཾ ཛཱགྲཏོཏྲ སྠཱནེ ཏིཥྛཏ།
35 καὶ προελθὼν μικρὸν ἔπιπτεν ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ’ αὐτοῦ ἡ ὥρα,
ཏཏཿ ས ཀིཉྩིདྡཱུརཾ གཏྭཱ བྷཱུམཱཝདྷོམུཁཿ པཏིཏྭཱ པྲཱརྠིཏཝཱནེཏཏ྄, ཡདི བྷཝིཏུཾ ཤཀྱཾ ཏརྷི དུཿཁསམཡོཡཾ མཏྟོ དཱུརཱིབྷཝཏུ།
36 καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ· ἀλλ’ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.
ཨཔརམུདིཏཝཱན྄ ཧེ པིཏ རྷེ པིཏཿ སཪྻྭེཾ ཏྭཡཱ སཱདྷྱཾ, ཏཏོ ཧེཏོརིམཾ ཀཾསཾ མཏྟོ དཱུརཱིཀུརུ, ཀིནྟུ ཏན྄ མམེཙྪཱཏོ ན ཏཝེཙྪཱཏོ བྷཝཏུ།
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
ཏཏཿ པརཾ ས ཨེཏྱ ཏཱན྄ ནིདྲིཏཱན྄ ནིརཱིཀྵྱ པིཏརཾ པྲོཝཱཙ, ཤིམོན྄ ཏྭཾ ཀིཾ ནིདྲཱསི? གྷཊིཀཱམེཀཱམ྄ ཨཔི ཛཱགརིཏུཾ ན ཤཀྣོཥི?
38 γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
པརཱིཀྵཱཡཱཾ ཡཐཱ ན པཏཐ ཏདརྠཾ སཙེཏནཱཿ སནྟཿ པྲཱརྠཡདྷྭཾ; མན ཨུདྱུཀྟམིཏི སཏྱཾ ཀིནྟུ ཝཔུརཤཀྟིཀཾ།
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
ཨཐ ས པུནཪྻྲཛིཏྭཱ པཱུཪྻྭཝཏ྄ པྲཱརྠཡཱཉྩཀྲེ།
40 καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
པརཱཝྲྀཏྱཱགཏྱ པུནརཔི ཏཱན྄ ནིདྲིཏཱན྄ དདརྴ ཏདཱ ཏེཥཱཾ ལོཙནཱནི ནིདྲཡཱ པཱུརྞཱནི, ཏསྨཱཏྟསྨཻ ཀཱ ཀཐཱ ཀཐཡིཏཝྱཱ ཏ ཨེཏད྄ བོདྡྷུཾ ན ཤེཀུཿ།
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
ཏཏཿཔརཾ ཏྲྀཏཱིཡཝཱརཾ ཨཱགཏྱ ཏེབྷྱོ ྅ཀཐཡད྄ ཨིདཱནཱིམཔི ཤཡིཏྭཱ ཝིཤྲཱམྱཐ? ཡཐེཥྚཾ ཛཱཏཾ, སམཡཤྩོཔསྠིཏཿ པཤྱཏ མཱནཝཏནཡཿ པཱཔིལོཀཱནཱཾ པཱཎིཥུ སམརྤྱཏེ།
42 ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγισεν.
ཨུཏྟིཥྛཏ, ཝཡཾ ཝྲཛཱམོ ཡོ ཛནོ མཱཾ པརཔཱཎིཥུ སམརྤཡིཥྱཏེ པཤྱཏ ས སམཱིཔམཱཡཱཏཿ།
43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν δώδεκα, καὶ μετ’ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ πρεσβυτέρων.
ཨིམཱཾ ཀཐཱཾ ཀཐཡཏི ས, ཨེཏརྷིདྭཱདཤཱནཱམེཀོ ཡིཧཱུདཱ ནཱམཱ ཤིཥྱཿ པྲདྷཱནཡཱཛཀཱནཱམ྄ ཨུཔཱདྷྱཱཡཱནཱཾ པྲཱཙཱིནལོཀཱནཱཉྩ སནྣིདྷེཿ ཁངྒལགུཌདྷཱརིཎོ བཧུལོཀཱན྄ གྲྀཧཱིཏྭཱ ཏསྱ སམཱིཔ ཨུཔསྠིཏཝཱན྄།
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύνσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ἀπάγετε ἀσφαλῶς.
ཨཔརཉྩཱསཽ པརཔཱཎིཥུ སམརྤཡིཏཱ པཱུཪྻྭམིཏི སངྐེཏཾ ཀྲྀཏཝཱན྄ ཡམཧཾ ཙུམྦིཥྱཱམི ས ཨེཝཱསཽ ཏམེཝ དྷྲྀཏྭཱ སཱཝདྷཱནཾ ནཡཏ།
45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει· ῥαββεί, καὶ κατεφίλησεν αὐτόν·
ཨཏོ ཧེཏོཿ ས ཨཱགཏྱཻཝ ཡོཤོཿ སཝིདྷཾ གཏྭཱ ཧེ གུརོ ཧེ གུརོ, ཨིཏྱུཀྟྭཱ ཏཾ ཙུཙུམྦ།
46 οἱ δὲ ἐπέβαλον τὰς χεῖρας αὐτῷ καὶ ἐκράτησαν αὐτόν.
ཏདཱ ཏེ ཏདུཔརི པཱཎཱིནརྤཡིཏྭཱ ཏཾ དདྷྣུཿ།
47 εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον.
ཏཏསྟསྱ པཱརྴྭསྠཱནཱཾ ལོཀཱནཱམེཀཿ ཁངྒཾ ནིཥྐོཥཡན྄ མཧཱཡཱཛཀསྱ དཱསམེཀཾ པྲཧྲྀཏྱ ཏསྱ ཀརྞཾ ཙིཙྪེད།
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με·
པཤྩཱད྄ ཡཱིཤུསྟཱན྄ ཝྱཱཛཧཱར ཁངྒཱན྄ ལགུཌཱཾཤྩ གྲྀཧཱིཏྭཱ མཱཾ ཀིཾ ཙཽརཾ དྷརྟྟཱཾ སམཱཡཱཏཱཿ?
49 καθ’ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ’ ἵνα πληρωθῶσιν αἱ γραφαί.
མདྷྱེམནྡིརཾ སམུཔདིཤན྄ པྲཏྱཧཾ ཡུཥྨཱབྷིཿ སཧ སྠིཏཝཱནཏཧཾ, ཏསྨིན྄ ཀཱལེ ཡཱུཡཾ མཱཾ ནཱདཱིདྷརཏ, ཀིནྟྭནེན ཤཱསྟྲཱིཡཾ ཝཙནཾ སེདྷནཱིཡཾ།
50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
ཏདཱ སཪྻྭེ ཤིཥྱཱསྟཾ པརིཏྱཛྱ པལཱཡཱཉྩཀྲིརེ།
51 Καὶ εἷς τις νεανίσκος συνηκολούθει αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν·
ཨཐཻཀོ ཡུཝཱ མཱནཝོ ནགྣཀཱཡེ ཝསྟྲམེཀཾ ནིདྷཱཡ ཏསྱ པཤྩཱད྄ ཝྲཛན྄ ཡུཝལོཀཻ རྡྷྲྀཏོ
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν.
ཝསྟྲཾ ཝིཧཱཡ ནགྣཿ པལཱཡཱཉྩཀྲེ།
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
ཨཔརཉྩ ཡསྨིན྄ སྠཱནེ པྲདྷཱནཡཱཛཀཱ ཨུཔཱདྷྱཱཡཱཿ པྲཱཙཱིནལོཀཱཤྩ མཧཱཡཱཛཀེན སཧ སདསི སྠིཏཱསྟསྨིན྄ སྠཱནེ མཧཱཡཱཛཀསྱ སམཱིཔཾ ཡཱིཤུཾ ནིནྱུཿ།
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, καὶ ἦν συνκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
པིཏརོ དཱུརེ ཏཏྤཤྩཱད྄ ཨིཏྭཱ མཧཱཡཱཛཀསྱཱཊྚཱལིཀཱཾ པྲཝིཤྱ ཀིངྐརཻཿ སཧོཔཝིཤྱ ཝཧྣིཏཱཔཾ ཛགྲཱཧ།
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ εὕρισκον·
ཏདཱནཱིཾ པྲདྷཱནཡཱཛཀཱ མནྟྲིཎཤྩ ཡཱིཤུཾ གྷཱཏཡིཏུཾ ཏཏྤྲཱཏིཀཱུལྱེན སཱཀྵིཎོ མྲྀགཡཱཉྩཀྲིརེ, ཀིནྟུ ན པྲཱཔྟཱཿ།
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ’ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
ཨནེཀཻསྟདྭིརུདྡྷཾ མྲྀཥཱསཱཀྵྱེ དཏྟེཔི ཏེཥཱཾ ཝཱཀྱཱནི ན སམགཙྪནྟ།
57 καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ’ αὐτοῦ λέγοντες
སཪྻྭཤེཥེ ཀིཡནྟ ཨུཏྠཱཡ ཏསྱ པྲཱཏིཀཱུལྱེན མྲྀཥཱསཱཀྵྱཾ དཏྟྭཱ ཀཐཡཱམཱསུཿ,
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
ཨིདཾ ཀརཀྲྀཏམནྡིརཾ ཝིནཱཤྱ དིནཏྲཡམདྷྱེ པུནརཔརམ྄ ཨཀརཀྲྀཏཾ མནྡིརཾ ནིརྨྨཱསྱཱམི, ཨིཏི ཝཱཀྱམ྄ ཨསྱ མུཁཱཏ྄ ཤྲུཏམསྨཱབྷིརིཏི།
59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
ཀིནྟུ ཏཏྲཱཔི ཏེཥཱཾ སཱཀྵྱཀཐཱ ན སངྒཱཏཱཿ།
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν τί οὗτοί σου καταμαρτυροῦσιν;
ཨཐ མཧཱཡཱཛཀོ མདྷྱེསབྷམ྄ ཨུཏྠཱཡ ཡཱིཤུཾ ཝྱཱཛཧཱར, ཨེཏེ ཛནཱསྟྭཡི ཡཏ྄ སཱཀྵྱམདུཿ ཏྭམེཏསྱ ཀིམཔྱུཏྟརཾ ཀིཾ ན དཱསྱསི?
61 ὁ δὲ ἐσιώπα καὶ οὐκ ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ, σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
ཀིནྟུ ས ཀིམཔྱུཏྟརཾ ན དཏྭཱ མཽནཱིབྷཱུཡ ཏསྱཽ; ཏཏོ མཧཱཡཱཛཀཿ པུནརཔི ཏཾ པྲྀཥྚཱཝཱན྄ ཏྭཾ སཙྩིདཱནནྡསྱ ཏནཡོ ྅བྷིཥིཀྟསྟྲཏཱ?
62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
ཏདཱ ཡཱིཤུསྟཾ པྲོཝཱཙ བྷཝཱམྱཧམ྄ ཡཱུཡཉྩ སཪྻྭཤཀྟིམཏོ དཀྵཱིཎཔཱརྴྭེ སམུཔཝིཤནྟཾ མེགྷ མཱརུཧྱ སམཱཡཱནྟཉྩ མནུཥྱཔུཏྲཾ སནྡྲཀྵྱཐ།
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
ཏདཱ མཧཱཡཱཛཀཿ སྭཾ ཝམནཾ ཚིཏྭཱ ཝྱཱཝཧརཏ྄
64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνενεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου.
ཀིམསྨཱཀཾ སཱཀྵིབྷིཿ པྲཡོཛནམ྄? ཨཱིཤྭརནིནྡཱཝཱཀྱཾ ཡུཥྨཱབྷིརཤྲཱཝི ཀིཾ ཝིཙཱརཡཐ? ཏདཱནཱིཾ སཪྻྭེ ཛགདུརཡཾ ནིདྷནདཎྜམརྷཏི།
65 Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζεν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.
ཏཏཿ ཀཤྩིཏ྄ ཀཤྩིཏ྄ ཏདྭཔུཥི ནིཥྛཱིཝཾ ནིཙིཀྵེཔ ཏཐཱ ཏནྨུཁམཱཙྪཱདྱ ཙཔེཊེན ཧཏྭཱ གདིཏཝཱན྄ གཎཡིཏྭཱ ཝད, ཨནུཙརཱཤྩ ཙཔེཊཻསྟམཱཛགྷྣུཿ
66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως,
ཏཏཿ པརཾ པིཏརེ྅ཊྚཱལིཀཱདྷཿཀོཥྛེ ཏིཥྛཏི མཧཱཡཱཛཀསྱཻཀཱ དཱསཱི སམེཏྱ
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ.
ཏཾ ཝིཧྣིཏཱཔཾ གྲྀཧླནྟཾ ཝིལོཀྱ ཏཾ སུནིརཱིཀྵྱ བབྷཱཥེ ཏྭམཔི ནཱསརཏཱིཡཡཱིཤོཿ སངྒིནཱམ྄ ཨེཀོ ཛན ཨཱསཱིཿ།
68 ὁ δὲ ἠρνήσατο λέγων· οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν.
ཀིནྟུ སོཔཧྣུཏྱ ཛགཱད ཏམཧཾ ན ཝདྨི ཏྭཾ ཡཏ྄ ཀཐཡམི ཏདཔྱཧཾ ན བུདྡྷྱེ། ཏདཱནཱིཾ པིཏརེ ཙཏྭརཾ གཏཝཏི ཀུཀྐུཊོ རུརཱཝ།
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
ཨཐཱནྱཱ དཱསཱི པིཏརཾ དྲྀཥྚྭཱ སམཱིཔསྠཱན྄ ཛནཱན྄ ཛགཱད ཨཡཾ ཏེཥཱམེཀོ ཛནཿ།
70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ.
ཏཏཿ ས དྭིཏཱིཡཝཱརམ྄ ཨཔཧྣུཏཝཱན྄ པཤྩཱཏ྄ ཏཏྲསྠཱ ལོཀཱཿ པིཏརཾ པྲོཙུསྟྭམཝཤྱཾ ཏེཥཱམེཀོ ཛནཿ ཡཏསྟྭཾ གཱལཱིལཱིཡོ ནར ཨིཏི ཏཝོཙྩཱརཎཾ པྲཀཱཤཡཏི།
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.
ཏདཱ ས ཤཔཐཱབྷིཤཱཔཽ ཀྲྀཏྭཱ པྲོཝཱཙ ཡཱུཡཾ ཀཐཱཾ ཀཐཡཐ ཏཾ ནརཾ ན ཛཱནེ྅ཧཾ།
72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ. καὶ ἐπιβαλὼν ἔκλαιεν.
ཏདཱནཱིཾ དྭིཏཱིཡཝཱརཾ ཀུཀྐུཊོ ྅རཱཝཱིཏ྄། ཀུཀྐུཊསྱ དྭིཏཱིཡརཝཱཏ྄ པཱུཪྻྭཾ ཏྭཾ མཱཾ ཝཱརཏྲཡམ྄ ཨཔཧྣོཥྱསི, ཨིཏི ཡདྭཱཀྱཾ ཡཱིཤུནཱ སམུདིཏཾ ཏཏ྄ ཏདཱ སཾསྨྲྀཏྱ པིཏརོ རོདིཏུམ྄ ཨཱརབྷཏ།

< Κατα Μαρκον 14 >