< Κατα Λουκαν 8 >

1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
And it came to pass afterward, that he journeyed through cities and villages, preaching and publishing the glad tidings of the kingdom of God; and the twelve were with him,
2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
and certain women who had been cured of evil spirits and infirmities, Mary called Magdalene, out of whom had come seven demons,
3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
and Joanna, the wife of Chuzas, Herod's steward, and Susanna, and many others, who afforded them aid from their substance.
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
And a great multitude collecting together, and people from the cities going out to him, he spoke by a parable:
5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό·
A sower went forth to sow his seed; and as he sowed, some seeds fell by the way-side; and they were trodden down, and the birds of the air devoured them.
6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα·
And others fell upon rocky ground; and when they had sprung up they withered away, because they had no moisture.
7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό·
And others fell among thorns; and the thorns sprung up with them, and choked them.
8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
And others fell upon good ground, and sprung up, and bore fruit, a hundred-fold. While saying these things, he cried aloud, He that hath ears to hear, let him hear.
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή.
And his disciples asked him what this parable meant.
10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
And he said, To you it hath been given to know the mysteries of the kingdom of God; but to others [[these things are spoken]] in parables; that while seeing they may not see, and while hearing they may not understand.
11 ἔστιν δὲ αὕτη ἡ παραβολή. ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
Now the meaning of the parable is this. The seed is the word of God.
12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσίν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
Those by the way-side are they that hear; then cometh the Devil and taketh away the word from their heart, that they may not believe and be saved.
13 οἱ δὲ ἐπὶ τὴν πέτραν οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
Those on the rocky ground are they who, when they hear, receive the word with joy; and these have no root; and for a while they believe, and in time of temptation fall away.
14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσίν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συνπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
And those seeds which fell among the thorns, these are they who, when they have heard, go away and are choked with the cares and riches and pleasures of life, and bring no fruit to perfection.
15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσίν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
But the seeds on the good ground, these are they who in an honest and good heart, when they have heard the word, hold it fast, and bear fruit with constancy.
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
And no one having lighted a lamp, covereth it with a vessel, or putteth it under a bed; but setteth it on a lampstand, that those who come in may see the light.
17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.
For nothing is secret, that will not be made manifest; nor hidden, that will not be known, and come to light.
18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
Take heed therefore how ye hear; for whoever hath, to him will be given; and whoever hath not, from him will be taken even what he seemeth to have.
19 Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
And his mother and his brothers came where he was, and could not get to him on account of the crowd.
20 ἀπηγγέλη δὲ αὐτῷ ὅτι ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν σε θέλοντες.
And word was brought to him, Thy mother and thy brothers stand without, desiring to see thee.
21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσίν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.
And he answering said to them, My mother and my brothers are these, who hear the word of God, and do it.
22 Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης· καὶ ἀνήχθησαν.
Now it came to pass on a certain day, that he went into a boat with his disciples, and said to them, Let us go over to the other side of the lake; and they put off.
23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν· καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
But as they were sailing, he fell asleep. And there came down a storm of wind on the lake, and they were filling with water, and were in jeopardy.
24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
And they came and awoke him, saying, Master, master, we are perishing! And he rose, and rebuked the wind, and the surging of the water; and they ceased, and there was a calm.
25 εἶπεν δὲ αὐτοῖς· ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
And he said to them, Where is your faith? And they were afraid, and wondered, saying one to another, Who then is this, that he commandeth even the winds and the water, and they obey him?
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
And they sailed to the country of the Gergesenes, which is over against Galilee.
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια, καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.
And when he had landed, there met him a certain man out of the city who had demons, and for a long time had worn no clothes, and abode not in a house, but in the tombs.
28 ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.
And seeing Jesus, he cried out, and fell down before him, and said with a loud voice, What have I to do with thee, Jesus, Son of the most high God? I beseech thee, do not torment me.
29 παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.
For he was about to command the unclean spirit to come out of the man; for it had possessed him for a long time, and he had been kept bound and secured with chains and fetters; and bursting the bands, he had been driven by the demon into the wilderness.
30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν, λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
And Jesus asked him, saying, What is thy name? And he said, Legion; because many demons had entered into him.
31 καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. (Abyssos g12)
And they besought him not to command them to go away into the abyss. (Abyssos g12)
32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει, καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. καὶ ἐπέτρεψεν αὐτοῖς.
Now there was there a herd of many swine feeding on the mountain; and they besought him to permit them to go into them. And he permitted them.
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
And the demons coming out of the man went into the swine; and the herd rushed down the steep into the lake, and were drowned.
34 ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
And the herdsmen, seeing what was done, fled, and told the news in the city and in the country.
35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
And they went out to see what had been done. And they came to Jesus and found the man from whom the demons had gone out sitting, clothed, and in his right mind, at the feet of Jesus; and they were afraid.
36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
And they who had seen it told them how he that was possessed by demons was made well.
37 καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γεργεσηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.
And the whole multitude in the surrounding country of the Gergesenes besought him to depart from them; for they were seized with great fear. And he went on board a boat and returned.
38 ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων·
And the man out of whom the demons had gone besought him that he might be with him. But he sent him away, saying,
39 ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν, καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
Return to thy house, and tell what great things God hath done for thee. And he went and published through the whole city what great things Jesus had done for him.
40 Ἐγένετο δὲ ἐν τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
And it came to pass when Jesus returned, that the multitude welcomed him; for they were all waiting for him.
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν· καὶ πεσὼν παρὰ τοὺς πόδας Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
And lo! there came a man, named Jairus, and he was a ruler of the synagogue; and falling at the feet of Jesus, he besought him to come into his house;
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
for he had an only daughter, about twelve years of age, and she was dying. And as he went, the multitudes thronged him.
43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι,
And a woman who had had an issue of blood twelve years, and had spent all her living upon physicians, and could not be cured by any one,
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
came up behind and touched the fringe of his garment; and immediately her issue of blood ceased.
45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.
And Jesus said, Who touched me? And when all denied it, Peter and those with him said, Master, the multitudes are thronging thee, and pressing against thee.
46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ.
But Jesus said, Some one touched me; for I perceived that power went out from me.
47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη παραχρῆμα.
And the woman, seeing that she was discovered, came trembling, and falling down before him declared before all the people for what cause she had touched him, and how she was cured immediately.
48 ὁ δὲ εἶπεν αὐτῇ· θυγάτερ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
And he said to her, Daughter, thy faith hath made thee well; go in peace.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου, μηκέτι σκύλλε τὸν διδάσκαλον.
While he was yet speaking, there cometh one from the house of the ruler of the synagogue, saying, Thy daughter is dead; trouble not the Teacher any further.
50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ· μὴ φοβοῦ· μόνον πίστευσον, καὶ σωθήσεται.
But Jesus hearing this, answered him, Fear not; only believe, and she will be made well.
51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
And going into the house, he suffered no one to go in with him but Peter and John and James, and the father of the maiden, and the mother.
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· μὴ κλαίετε· οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει.
And all were weeping, and lamenting for her. But he said, Weep not; she is not dead, but sleeping.
53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
And they laughed him to scorn, knowing that she was dead.
54 αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· ἡ παῖς, ἐγείρου.
But he took hold of her hand, and called aloud, saying, Maiden, arise!
55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
And her spirit returned, and she immediately arose. And he ordered food to be given to her.
56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
And her parents were amazed. But he charged them to tell no one what had been done.

< Κατα Λουκαν 8 >