< Κατα Λουκαν 22 >

1 Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη πάσχα,
ᎾᎪᏔᏅᎾᏃ ᎦᏚ ᎠᎩᏍᏗᏱ ᎤᏍᏆᎸᎯᏗᏎᎢ, ᎾᏍᎩ ᎧᏃᎯᏰᏃ ᏗᎵᏍᏓᏴᏗᏱ ᏥᏚᏙᎠ.
2 καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
ᏄᏂᎬᏫᏳᏒᏃ ᎠᏥᎸ-ᎠᏁᎶᎯ ᎠᎴ ᏗᏃᏪᎵᏍᎩ ᎤᏂᏲᎴ ᎢᏳᏅᏁᏗᏱ ᎤᏂᎯᏍᏗᏱ; ᏓᏂᏍᎦᎢᎮᏰᏃ ᏴᏫ.
3 Εἰσῆλθεν δὲ σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα·
ᎿᎭᏉᏃ ᏎᏓᏂ ᎤᏴᏎᎴ ᏧᏓᏏ ᎢᏍᎦᎳᏗ ᏧᏙᎢᏛ, ᎾᏍᎩ ᎨᎳ ᎨᏎ ᏔᎳᏚ ᎢᏯᏂᏛ ᎨᏒᎢ.
4 καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν.
ᎤᏪᏅᏎᏃ ᏫᏚᎵᏃᎮᏔᏁ ᏄᏂᎬᏫᏳᏒ ᎠᏥᎸ-ᎠᏁᎶᎯ ᎠᎴ ᏗᎾᏓᏂᏱᏍᎩ, ᎢᏳᏩᏁᏗᏱ [ ᏥᏌ ] ᏧᏲᎯᏎᏗᏱ.
5 καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι·
ᎤᎾᎵᎮᎵᏤᏃ, ᎠᎴ ᎬᏩᏁᏤᎴ ᎠᏕᎸ ᏗᎬᏩᏁᏗᏱ.
6 καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς.
ᎤᏚᎢᏍᏔᏁᏃ, ᎠᎴ ᎤᏲᎴ ᏧᏲᎯᏎᏗᏱ, ᎾᎯᏳ ᎤᏂᎪᏁᎸ ᎤᏂᏣᏘ.
7 Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα,
ᎿᎭᏉᏃ ᎤᏍᏆᎸᎮ ᎾᎪᏔᏅᎾ ᎨᏒ ᎦᏚ ᎠᎩᏍᏗᏱ, ᎾᏍᎩ ᎧᏃᎯᏰᎩ ᏗᎵᏍᏓᏴᏗᏱ ᎠᎯᏍᏗ ᎨᏒᎢ.
8 καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν.
[ ᏥᏌᏃ ] ᏚᏅᏎ ᏈᏓ ᎠᎴ ᏣᏂ, ᎯᎠ ᏄᏪᏎᎢ, ᎢᏍᏕᎾ ᏫᏍᏓᏛᏅᎢᏍᏓ ᎧᏃᎯᏰᎩ, ᎾᏍᎩ ᎢᎦᎵᏍᏓᏴᏗᏱ.
9 οἱ δὲ εἶπαν αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμεν;
ᎯᎠᏃ ᏂᎬᏩᏪᏎᎴᎢ, ᎭᏢ ᏣᏚᎵᎭ ᎣᎩᎾᏛᏅᎢᏍᏙᏗᏱ?
10 ὁ δὲ εἶπεν αὐτοῖς· ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται.
ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ, ᎬᏂᏳᏉ, ᎦᏚᎲ ᎢᏍᏗᏴᎸᎭ, ᎠᏍᎦᏯ ᏙᏓᏣᏠᏏ, ᎠᏰᎮᏍᏗ ᎠᏖᎵᏙ ᎠᎹ ᎠᏟᏍᏕᏍᏗ; ᎡᏍᏗᏍᏓᏩᏕᏒᎭ ᎠᏓᏁᎸ ᏭᏴᎸᎢ ᏫᏍᏗᎷᏨᎭ.
11 καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος· ποῦ ἔστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
ᎯᎠᏃ ᏁᏍᏗᏪᏎᎸᎭ ᎠᏍᎦᏯ ᎦᏁᎳ, ᏗᏕᏲᎲᏍᎩ ᎯᎠ ᏅᏗᏣᏪᏎᎭ, ᎭᏢ ᎠᏁᏙᎯ ᎤᏂᏴᏍᏗᏱ ᎾᎿᎭᎧᏃᎯᏰᎩ ᎢᏧᎳᎭ ᎣᎦᎵᏍᏓᏴᏗᏱ ᎬᎩᏍᏓᏩᏗᏙᎯ?
12 κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε.
ᏓᏍᏓᏎᎮᎵᏃ ᎤᏛᎾ ᎦᎸᎳᏗ ᎧᏅᏑᎸ ᎣᏍᏛ ᎢᎬᏁᎸᎯ; ᎾᎿᎭᎢᏍᏓᏛᏅᎢᏍᏔᏅᎭ.
13 ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
ᎤᏁᏅᏎᏃ ᎠᎴ ᏭᏂᏩᏛᎮ ᎾᏍᎩᏯ ᏂᏚᏪᏎᎸᎢ; ᎤᎾᏛᏅᎢᏍᏔᏁᏃ ᎧᏃᎯᏰᎩ ᏗᎵᏍᏓᏴᏗᏱ.
14 Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν, καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ.
ᎤᏍᏆᎸᎲᏃ ᎾᎯᏳ ᎨᏒᎢ, ᎤᏂᏏᏁᎢ, ᎠᎴ ᎾᏍᏉ ᏔᎳᏚ ᎢᏯᏂᏛ ᎨᏥᏅᏏᏛ.
15 καὶ εἶπεν πρὸς αὐτούς· ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν·
ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ, ᎤᏣᏘ ᎠᏆᏚᎵᏍᎬᎩ ᎯᎠ ᎧᏃᎯᏰᎩ ᎢᏧᎳᎭ ᎢᎦᎵᏍᏓᏴᏗᏱ ᎠᏏᏉ ᎾᎩᎩᎵᏲᏨᎾ.
16 λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
ᎢᏨᏲᏎᏰᏃ ᎥᏝ ᎿᎭᏉ ᎯᎠ ᎾᏍᎩ ᏴᎦᎦᎵᏍᏓᏴᏓ ᎬᏂ ᎤᎵᏍᏆᏛᎯ ᎨᏎᏍᏗ ᎤᏁᎳᏅᎯ ᎾᎿᎭᎤᎬᏫᏳᎯ ᎨᏒᎢ.
17 καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· λάβετε τοῦτο καὶ διαμερίσατε εἰς ἑαυτούς·
ᎤᎩᏒᏃ ᎤᎵᏍᏈᏗ, ᎠᎴ ᎤᎵᎮᎵᏨ, ᎯᎠ ᏄᏪᏎᎢ; ᎯᎠ ᎢᏥᎩ ᎠᎴ ᎢᏥᏯᏙᎦ ᎢᏨᏒ ᎨᏒᎢ.
18 λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ.
ᎯᎠᏰᏃ ᏂᏨᏪᏎᎭ, ᎥᏝ ᏴᎦᎦᏗᏔ ᏖᎸᎳᏗ ᎤᏁᏅᎯ ᎬᏂ ᎤᏁᎳᏅᎯ ᎤᎬᏫᏳᎯ ᎨᏒ ᎠᎵᏰᎢᎶᎸᎭ.
19 Καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· τοῦτό ἐστιν τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς ἐμὴν ἀνάμνησιν.
ᎦᏚᏃ ᎤᎩᏎᎢ, ᎠᎴ ᎤᎵᎮᎵᏨ, ᎤᎬᎭᎷᏰᎢ, ᎠᎴ ᏚᏁᎴᎢ, ᎯᎠ ᏄᏪᏎᎢ, ᎯᎠ ᎾᏍᎩ ᎠᏴ ᏥᏰᎸᎢ, ᎾᏍᎩ ᏂᎯ ᎡᏣᎫᏴᏔᏅᎯ ᏥᎩ, ᎯᎠ ᎾᏍᎩ ᏂᏣᏛᏁᎮᏍᏗ ᎠᏴ ᏍᎩᏯᏅᏓᏗᏍᎨᏍᏗ.
20 καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λέγων· τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον.
ᎾᏍᎩᏯ ᎾᏍᏉ ᎤᎵᏍᏈᏗ [ ᏅᎩᏎ ] ᎤᎾᎵᏍᏓᏴᏃᏅ, ᎯᎠ ᏄᏪᏎᎢ, ᎯᎠ ᎾᏍᎩ ᎤᎵᏍᏈᏗ ᎢᏤ ᎧᏃᎮᏛ ᏓᏠᎯᏍᏛᎢ ᎠᏴ ᎠᎩᎩᎬᎯ, ᎾᏍᎩ ᏂᎯ ᎢᏣᏤᏬᏤᎸᎯ ᏥᎩ.
21 Πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ’ ἐμοῦ ἐπὶ τῆς τραπέζης·
ᎠᏎᏃ ᎬᏂᏳᏉ ᎾᏍᎩ ᎤᏬᏰᏂ ᎠᏆᏡᏗᏍᎩ ᎣᎩᎾᏖᏆᎶᎭ ᎠᏂ ᎦᏍᎩᎸᎢ.
22 ὅτι ὁ υἱὸς μὲν τοῦ ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ παραδίδοται.
ᎠᎴ ᎤᏙᎯᏳᎯᏯ ᎠᏴ ᎤᏪᏥ ᏓᏰᏏ ᎾᏍᎩᏯ ᏚᏚᎪᏔᏅᎢ, ᎠᏎᏃ ᎤᏲᎢᏳ ᎢᏳᎵᏍᏓᏁᏗ ᎾᏍᎩ Ꮎ ᎠᏍᎦᏯ ᎤᏡᏗᏍᎩ
23 καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
ᎤᎾᎴᏅᎮᏃ ᏚᎾᏓᏛᏛᏁ ᎤᏅᏒ ᎨᏒ, ᎾᏍᎩ ᏅᏗᏛᏁᎵᏒ ᎯᎠ.
24 Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων.
ᎠᎴ ᎾᏍᏉ ᎠᎾᏗᏒᎯᎮ ᎾᏍᎩ Ꮎ ᎤᏅᏒ ᎨᏒ ᎤᏟ ᎠᏥᎸᏉᏗᏳ ᎢᏳᎵᏍᏙᏗ ᎨᏒᎢ
25 ὁ δὲ εἶπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται.
ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ, ᎤᏂᎬᏫᏳᎯ ᏧᎾᏓᎴᏅᏛ ᏴᏫ ᏧᎾᏤᎵᎦ, ᏗᎬᏩᎾᏁᎶᏛᏗᏱ ᎾᏅᏁᎰ ᏴᏫ; ᎠᎴ ᎾᏍᎩ ᏗᎬᏩᎾᏁᎶᏙᏗ ᎢᏯᏅᏁᎯ ᎣᏍᏛ ᎢᏗᎾᏛᏁᎯ ᎨᎪᏎᎰᎢ.
26 ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλ’ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν.
ᏂᎯᏍᎩᏂ ᎥᏞᏍᏗ ᎾᏍᎩ ᏱᏂᏨᏁᏍᏗ; ᎾᏍᎩᏍᎩᏂ Ꮎ ᏂᎯ ᏂᏣᏛᏅ ᎤᏟ ᎢᏯᏥᎸᏉᏗ; ᎾᏍᎩ ᎠᏫᎾᎨ ᎾᏍᎩᏯ ᎨᏎᏍᏗ; ᎾᏍᎩᏯ Ꮎ ᏄᎬᏫᏳᏌᏕᎩ ᏗᏍᏕᎸᎯᏙᎯ ᎾᏍᎩᏯ ᎨᏎᏍᏗ.
27 τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν.
ᎦᎪᏰᏃ ᎤᏟ ᎠᏥᎸᏉᏗᏳ, ᎠᎵᏍᏓᏴᎲᏍᎩ ᎠᏃ ᎠᏓᏍᏕᎸᎯᏙᎯ? ᏝᏍᎪ ᎾᏍᎩ Ꮎ ᎠᎵᏍᏓᏴᎲᏍᎩ? ᎠᏴᏍᎩᏂ ᎢᏨᏰᎳᏗᏙᎭ ᎠᏓᏍᏕᎸᎯᏙᎯ ᎾᏍᎩᏯᎢ.
28 ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ’ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου·
ᏂᎯᏍᎩᏂ ᎾᏍᎩ ᏂᏥᏑᎵᎪᎬᎾ ᎢᎨᏙᎸᎯ ᎤᏲ ᎾᏆᎵᏍᏓᏁᎵᏙᎲᎢ;
29 κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν,
ᎠᎴ ᎢᏨᏯᎵᏍᎪᎸᏓᏁᎭ ᎢᏥᎬᏫᏳᎯ ᎢᏣᎵᏍᏙᏗᏱ, ᎾᏍᎩᏯ ᎡᏙᏓ ᎠᏴ ᏣᏆᎵᏍᎪᎸᏓᏁᎸ;
30 ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
ᎾᏍᎩ ᎢᏣᎵᏍᏓᏴᏗᏱ ᎠᎴ ᎢᏣᏗᏔᏍᏗᏱ ᎠᎩᏍᎩᎸ ᎾᎿᎭᎠᎩᎬᏫᏳᎯ ᎨᏒᎢ, ᎠᎴ ᎢᏣᏅᏗᏱ ᎤᏂᎬᏫᏳᎯ ᏧᏂᏗᏱ ᏕᎦᏍᎩᎸᎢ, ᏗᏧᎪᏓᏁᏗᏱ ᏔᎳᏚ ᎾᏂᎳᏍᏓᎸ ᎢᏏᎵ.
31 Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον·
ᎤᎬᏫᏳᎯᏃ ᎯᎠ ᏄᏪᏎᎢ, ᏌᏩᏂ, ᏌᏩᏂ, ᎬᏂᏳᏉ, ᏎᏓᏂ ᎤᏔᏲᎸ ᎠᎦᎵᏍᎪᎸᏓᏁᏗᏱ ᎢᏨᎫᏍᏙᏗᏱ ᎤᏣᎴᏍᏗ ᏣᏅᎫᏍᏗᏍᎪ ᎾᏍᎩᏯᎢ.
32 ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. καὶ σύ ποτε ἐπιστρέψας στήρισον τοὺς ἀδελφούς σου.
ᎠᏎᏃ ᎠᏆᏓᏙᎵᏍᏔᏅ ᎡᏣᏍᏕᎸᏗᏱ, ᎾᏍᎩ ᏦᎯᏳᏒ ᎤᏓᎵᏛᏙᏗᏱ ᏂᎨᏒᎾ; ᏣᎦᏔᎲᏛᏃ ᎨᏎᏍᏗ ᏕᎭᎵᏂᎪᎯᏍᏔᏅᎭ ᎢᏣᎵᏅᏟ.
33 ὁ δὲ εἶπεν αὐτῷ· κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι.
ᎯᎠᏃ ᏄᏪᏎᎴᎢ; ᏣᎬᏫᏳᎯ, ᎠᏆᏛᏅᎢᏍᏗ ᎬᏍᏓᏩᏛᏍᏗᏱ ᎾᏍᏉ ᏗᏓᏍᏚᏗᏱ ᎠᎴ ᎠᏲᎱᎯᏍᏗ ᎨᏒᎢ.
34 ὁ δὲ εἶπεν· λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ ἕως τρίς ἀπαρνήσῃ μὴ εἰδέναι με.
ᎯᎠᏃ ᏄᏪᏎᎢ ᎬᏲᏎᎭ ᏈᏓ, ᏣᏔᎦ ᎥᏝ ᏴᏛᏴᎳᏏ ᎪᎯ ᎢᎦ ᎬᏂ ᏦᎢ ᎢᏣᏓᏱᎸᎯ ᎨᏎᏍᏗ ᎠᏴ ᏍᎩᎦᏔᎲᎢ.
35 Καὶ εἶπεν αὐτοῖς· ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· οὐθενός.
ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ, ᏥᏨᏅᏒᎩ ᏂᏗᏥᏁᎲᎾ ᎠᏕᎸ-ᏗᎦᎶᏗ, ᎠᎴ ᏕᎦᎶᏗ, ᎠᎴ ᏗᎳᏑᎶ, ᎪᎱᏍᏗᏍᎪ ᎢᏥᏂᎬᏎᎮᎢ? ᎥᏝ ᎪᎱᏍᏗ, ᎤᎾᏛᏁᎢ.
36 ὁ δὲ εἶπεν αὐτοῖς· ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλησάτω τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγορασάτω μάχαιραν.
ᎿᎭᏉᏃ ᎯᎠ ᏂᏚᏪᏎᎴᎢ, ᎪᎯᏍᎩᏂ ᏥᎩ, ᎩᎶ ᎠᏕᎸ-ᏗᎦᎶᏗ ᎤᎾᎡᏍᏗ, ᎦᏁᎨᏍᏗ, ᎠᎴ ᎾᏍᏉ ᏕᎦᎶᏗ; ᎩᎶᏃ ᎠᏰᎳᏍᏗ ᎦᏅᎯᏛ ᏄᏩᏴᎾ ᎨᏎᏍᏗ, ᏫᎦᎾᏚᎦ ᎤᏄᏬ ᎠᎴ ᏭᏩᎯ.
37 λέγω γὰρ ὑμῖν ὅτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὸ περὶ ἐμοῦ τέλος ἔχει.
ᎢᏨᏲᏎᎭᏰᏃ, ᎯᎠ ᎾᏍᎩ ᏥᎪᏪᎳ ᎠᏎ ᎠᏏ ᏛᏙᎯᏳᏂ ᎠᏴ ᏅᏓᎬᏂᏌᏂ; “ᎠᎴ ᎠᏂᏍᎦᎾ ᎨᎦᏎᎸᎢ ᎾᏍᎩ ᎠᎦᏠᏯᏍᏔᏅᎩ;” ᎠᏴᏰᏃ ᎠᎩᏃᎮᏍᎬ ᎠᏎ ᎾᏍᎩ ᏅᏓᎦᎵᏍᏔᏂ.
38 οἱ δὲ εἶπαν· κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· ἱκανόν ἐστιν.
ᎯᎠᏃ ᏄᏂᏪᏎᎢ, ᏣᎬᏫᏳᎯ, ᎬᏂᏳᏉ, ᎠᏂ ᏔᎵ ᎠᏰᎳᏍᏗ-ᏗᎦᏅᎯᏛ; ᎯᎠᏃ ᏂᏑᏪᏎᎴᎢ, ᏰᎵᏉ ᎾᏍᎩ.
39 Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί.
ᎠᎴ ᏧᏄᎪᏨ, ᎤᏪᏅᏎ ᎣᎵᏩᏲ ᎤᏌᎯᎸᎢ ᎾᏍᎩ ᎢᏳᏛᏁᏗ ᎨᏒᎢ; ᎠᎴ ᎬᏩᏍᏓᏩᏗᏙᎯ ᎾᏍᏉ ᎬᏩᏍᏓᏩᏛᏎᎢ.
40 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.
ᎾᎿᎭᏃ ᏭᎷᏧ, ᎯᎠ ᏂᏚᏪᏎᎴᎢ, ᎢᏣᏓᏙᎵᏍᏓ ᎤᏓᎴᎾᏍᏗᏱ ᎨᏒ ᏫᏥᏴᏍᏗᏱ ᏂᎨᏒᎾ ᎨᏒᎢ.
41 καὶ αὐτὸς ἀπεσπάσθη ἀπ’ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο
ᏚᏓᏅᎡᎴᏃ ᏅᏯ ᏫᎬᏗᏅᏗ ᎢᏴᏛ ᎠᎴ ᏚᎵᏂᏆᏁ ᎤᏓᏙᎵᏍᏔᏁᎢ,
42 λέγων· πάτερ, εἰ βούλει παρενέγκαι τοῦτο τὸ ποτήριον ἀπ’ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν γινέσθω.
ᎯᎠ ᏄᏪᏎᎢ, ᎡᏙᏓ, ᎢᏳᏃ ᎣᏏᏳ ᏱᏣᏰᎸᏅ ᏍᎩᎲᏏᏉ ᎯᎠ ᎤᎵᏍᏈᏗ; ᎠᏎᏃ ᎥᏞᏍᏗ ᎠᏴ ᎦᏓᏅᏖᏍᎬᎢ, ᏂᎯᏍᎩᏂ ᎭᏓᏅᏖᏍᎬ ᏫᏂᎦᎵᏍᏓ.
43 ὤφθη δὲ αὐτῷ ἄγγελος ἀπ’ οὐρανοῦ ἐνισχύων αὐτόν.
ᎬᏂᎨᏒᏃ ᏄᏛᏁᎴ ᏗᎧᎿᎭᏩᏗᏙᎯ ᎦᎸᎳᏗ ᏅᏓᏳᎶᏒᎯ, ᎤᎵᏂᎪᎯᏍᏗᏍᎨᎢ.
44 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· καὶ ἐγένετο ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντος ἐπὶ τὴν γῆν.
ᎤᏣᏘᏃ ᎡᎯᏍᏗ ᎤᏓᏅᏖ ᎤᏟ ᎢᏳᎵᏂᎩᏛ ᎤᏓᏙᎵᏍᏔᏁᎢ; ᎠᎴ ᎠᎵ ᎤᎯᎲ ᎾᏍᎩᏯ ᎨᏎ ᎩᎬ ᎡᏉᎯᏳ ᎦᏙᎯ ᏥᏫᏗᎦᏬᎪᎢ.
45 καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν κοιμωμένους αὐτοὺς ἀπὸ τῆς λύπης,
ᏚᎴᏅᏃ ᎠᏓᏙᎵᏍᏗᏍᎬ ᎠᎴ ᏫᏙᎤᎷᏤᎸ ᎬᏩᏍᏓᏩᏗᏙᎯ, ᏚᏩᏛᎮ ᏓᏂᎵᎮ ᎤᏲ ᎤᏂᏰᎸᏒ ᎢᏳᏍᏗ.
46 καὶ εἶπεν αὐτοῖς· τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ, ᎦᏙᏃ ᎢᏥᎵᎾᎠ? ᏗᏣᎴᎲᎦ ᎢᏣᏓᏙᎵᏍᏗ, ᎾᏍᎩ ᎤᏓᎴᎾᏍᏗᏱ ᎨᏒ ᏫᏥᏴᏍᏗᏱ ᏂᎨᏒᎾ.
47 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν.
ᎠᏏᏉᏃ ᎧᏁᎨᎢ, ᎬᏂᏳᏉ ᎤᏂᏣᏘ, ᎾᏃ ᏧᏓᏏ ᏣᎪᏎᎮᎢ, ᎾᏍᎩ ᏔᎳᏚ ᎢᏯᏂᏛ ᎨᏒ ᎨᎳ, ᎢᎬᏱ ᎠᎢᏎ, ᎠᎴ ᎾᎥ ᎤᎷᏤᎴ ᏥᏌ ᏧᏔᏪᏙᏂᏎᎢ,
48 Ἰησοῦς δὲ εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως;
ᏥᏌᏃ ᎯᎠ ᏄᏪᏎᎴᎢ, ᏧᏓᏏ, ᎯᏯᏔᏬᏙᎲᏍᎬᏍᎪ ᎯᎶᏄᎡᏗᎭ ᏴᏫ ᎤᏪᏥ?
49 ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν· κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;
ᎾᎥᏃ ᎠᏁᏙᎯ ᎤᎾᏙᎴᎰᏒ ᏄᏍᏛ ᏫᎬᏩᎵᏰᎢᎶᎯᏍᏗ ᎨᏒ, ᎯᎠ ᏂᎬᏩᏪᏎᎴᎢ, ᏣᎬᏫᏳᎯ, ᎠᏰᎳᏍᏗᏍᎪ-ᎦᏅᎯᏛ ᏙᏓᏲᏥᎷᏯᏍᏔᏂ?
50 καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν.
ᎠᏏᏴᏫᏃ ᎤᎷᏰ ᏄᎬᏫᏳᏒ ᎠᏥᎸᎨᎶᎯ ᎤᏅᏏᏓᏍᏗ, ᎠᎴ ᎤᎵᏍᏕᏍᏔᏁ ᎠᎦᏘᏏ ᎦᎴᏂ.
51 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ἐᾶτε ἕως τούτου. καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
ᏥᏌᏃ ᎤᏁᏨ ᎯᎠ ᏄᏪᏎᎢ, ᎤᎾᏁᎳᎩ, ᎾᏍᎩᏉ ᎢᎦᎢ ᎤᏒᏁᎴᏃ ᎦᎴᏂ ᎠᎴ ᎤᏅᏩᏁᎢ
52 εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους πρὸς αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων·
ᎿᎭᏉᏃ ᏥᏌ ᎯᎠ ᏂᏚᏪᏎᎴ ᏄᏂᎬᏫᏳᏒ ᎠᏥᎸ-ᎠᏁᎶᎯ, ᎠᎴ ᎣᏍᏛ ᎢᏳᏅᎿᎭᏕᎩ ᎤᏛᎾ-ᏗᎦᎳᏫᎢᏍᏗᏱ, ᎠᎴ ᏗᏂᎳᏫᎩ, ᎾᏍᎩ ᎬᏩᏂᏴᎯᎸᎯ, ᎢᏥᎷᎩᏍᎪ ᎠᏓᎾᏌᎲᏍᎩ ᏤᏥᏲᎰ ᎾᏍᎩᏯᎢ, ᎠᏰᎳᏍᏗ-ᏗᎦᏅᎯᏛ ᎠᎴ ᎠᏓ ᏥᏕᏥᏁᎭ?
53 καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ. ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
ᏂᏑᎩᏨᏂᏒ ᎢᏨᏰᎳᏗᏙᎲ ᎤᏛᎾ-ᏗᎦᎳᏫᎢᏍᏗᏱ, ᎥᏝ ᏱᏣᏁᎶᏔᏁ ᏍᎩᏂᏴᏗᏱ; ᎠᏎᏃ ᎢᏣᏤᎵᎦ ᎪᎯ ᏥᎩ, ᎠᎴ ᎤᎵᏏᎩ ᎤᎵᏂᎬᎬᎢ.
54 Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.
ᎿᎭᏉᏃ ᎬᏩᏂᏴᎮᎢ, ᎠᎴ ᎬᏩᏘᏅᏎ ᎠᎴ ᏫᎬᏩᏴᏔᏁ ᏄᎬᏫᏳᏒ ᎠᏥᎸᎨᎶᎯ ᏗᎦᏁᎸᎢ. ᏈᏓᏃ ᎢᏅ ᎣᏂ ᏗᎵᏍᏓᏩᏗᏎᎢ.
55 περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο ὁ Πέτρος μέσος αὐτῶν.
ᎿᎭᏉᏃ ᎤᏜᏓᏅᏛ ᎠᏰᎵ ᎤᏃᏔᏅ, ᎠᎴ ᎢᏧᎳᎭ ᎤᎾᏅᏅ, ᏈᏓ ᎤᏪᏁ ᎠᏂᏅᎢ.
56 ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· καὶ οὗτος σὺν αὐτῷ ἦν.
ᎩᎶᏃ ᎢᏳᏍᏗ ᎠᏛ ᎤᎪᎲ ᎠᏥᎸᏳᎶᏗ ᎤᏬᎸᎢ, ᎠᎴ ᎤᏯᏅᏒᎯ ᏚᎧᎿᎭᏅ, ᎯᎠ ᏄᏪᏎᎢ, ᎯᎠ ᎠᏍᎦᏯ ᎾᏍᏉ ᏓᏁᏙᎲᎩ ᎾᏍᎩ.
57 ὁ δὲ ἠρνήσατο αὐτὸν λέγων· οὐκ οἶδα αὐτόν, γύναι.
ᎠᏎᏃ ᎤᏓᏱᎴ ᎯᎠ ᏄᏪᏎᎢ, ᎯᎨᏴ, ᎥᏝ ᏱᏥᎦᏔᎭ ᎾᏍᎩ.
58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη· καὶ σὺ ἐξ αὐτῶν εἶ. ὁ δὲ Πέτρος ἔφη· ἄνθρωπε, οὐκ εἰμί.
ᎪᎯᏱᏃ ᎢᏴᏛ ᏅᏩᏓᎴ ᎤᎪᎲ, ᎯᎠ ᏄᏪᏎᎢ, ᏂᎯ ᎾᏍᏉ ᎾᎿᎭᎮᎸ ᎢᎩ. ᏈᏓᏃ ᎯᎠ ᏄᏪᏎᎢ, ᎯᏍᎦᏯ, ᎥᏝ ᎠᏴ ᎾᎿᎭᎨᎸ ᏱᎩ.
59 καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· ἐπ’ ἀληθείας καὶ οὗτος μετ’ αὐτοῦ ἦν· καὶ γὰρ Γαλιλαῖός ἐστιν.
ᎣᏂᏃ ᏑᏟᎶᏛ ᎢᏴᏛ ᎢᎪᎯᏛ, ᏅᏩᏓᎴ ᎾᏍᎩ ᎤᏙᎯᏳᎯ ᎨᏒ ᎤᏍᏓᏱᏕᎢ, ᎯᎠ ᏄᏪᏎᎢ; ᎤᏙᎯᏳᎯ ᎯᎠ ᎾᏍᏉ ᏓᏁᏙᎲᎩ; ᎨᎵᎵᏰᏃ ᏕᎯ ᎢᎩ.
60 εἶπεν δὲ ὁ Πέτρος· ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ,
ᏈᏓᏃ ᎯᎠ ᏄᏪᏎᎢ; ᎯᏍᎦᏯ, ᎥᏝ ᏱᎪᎵᎦ ᏂᏪᏍᎬᎢ. ᎩᎳᏉᏃ ᎢᏴᏛ, ᎠᏏᏉ ᎧᏁᎨᎢ, ᏣᏔᎦ ᎤᏴᎳᏎᎢ.
61 καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ λόγου τοῦ κυρίου, ὡς εἶπεν αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι σήμερον ἀπαρνήσῃ με τρίς.
ᎤᎬᏫᏳᎯᏃ ᎤᎦᏔᎲᏒ ᏚᎧᎿᎭᏁ ᏈᏓ. ᏈᏓᏃ ᎤᏅᏓᏕ ᎤᏁᏨ ᎤᎬᏫᏳᎯ, ᎯᎠ ᏥᏄᏪᏎᎴᎢ; ᎠᏏᏉ ᏄᏴᎳᏒᎾ ᏣᏔᎦ ᏦᎢ ᏅᏓᏍᏆᏓᏱᎵ.
62 καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.
ᎤᏄᎪᏤᏃ ᏈᏓ, ᎠᎴ ᎡᎯᏍᏗ ᏚᏠᏱᎴᎢ
63 Καὶ οἱ ἄνδρες οἱ συνέχοντες αὐτὸν ἐνέπαιζον αὐτῷ δέροντες,
ᎠᏂᏍᎦᏯᏃ ᏥᏌ ᏗᎬᏩᏂᏴᎯ ᎦᎬᏩᏐᏢᏕ ᎠᎴ ᏕᎬᏩᏂᎮᎢ.
64 καὶ περικαλύψαντες αὐτὸν ἐπηρώτων λέγοντες· προφήτευσον, τίς ἐστιν ὁ παίσας σε;
ᏕᎬᏩᎦᏚᏢᏅᏃ ᎤᎧᏛ ᏕᎬᏩᏂᎮᎢ, ᎬᏩᏛᏛᎲᏍᎨ ᎯᎠ ᎾᏂᏪᏍᎨᎢ, ᎭᏙᎴᎰᎯ, ᎦᎪ ᏥᏨᏂᎦ?
65 καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
ᎠᎴ ᎤᏣᏘ ᎠᏏ ᎢᏳᏓᎴᎩ ᎪᎱᏍᏗ ᎬᏬᏎᎮ ᎬᏩᏐᏢᎢᏍᏗᏍᎬᎢ.
66 Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς τε καὶ γραμματεῖς, καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες· εἰ σὺ εἶ ὁ Χριστός, εἰπὸν ἡμῖν.
ᎢᎦᏉᏃ ᏄᎵᏍᏔᏅ ᏗᏂᎳᏫᎩ ᏴᏫ ᎠᏁᎲ ᎠᎴ ᏄᏂᎬᏫᏳᏒ ᎠᏥᎸᎠᏁᎶᎯ ᎠᎴ ᏗᏃᏪᎵᏍᎩ ᏚᏂᎳᏫᏤᎢ, ᎠᎴ ᏓᏂᎳᏫᎥ ᎬᏩᏘᏃᎴ ᎯᎠ ᏄᏂᏪᏎᎢ;
67 εἶπεν δὲ αὐτοῖς· ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε·
ᏂᎯᏍᎪ ᎦᎶᏁᏛ? ᏍᎩᏃᎲᏏ. ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ, ᎢᏳᏃ ᏱᏨᏃᏁᎸ ᎥᏝ ᏴᎨᏦᎯᏳᎲᎦ;
68 ἐὰν δὲ ἐρωτήσω, οὐ μὴ ἀποκριθῆτε.
ᎠᎴ ᎾᏍᏉ ᏱᏨᏯᏛᏛᏅ ᎥᏝ ᏴᎨᏍᎩᏁᏥ, ᎠᎴ ᎥᏝ ᏱᏙᎨᏍᎩᏲᎯ.
69 ἀπὸ τοῦ νῦν δὲ ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ.
ᎢᎸᎯᏳ ᏛᏍᏆᎸᎯ ᏴᏫ ᎤᏪᏥ ᏓᎦᏂ ᎠᎦᏘᏏᏗᏢ ᎤᎵᏂᎩᏛ ᎤᏁᎳᏅᎯ ᎤᏬᎸᎢ.
70 εἶπαν δὲ πάντες· σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· ὑμεῖς λέγετε, ὅτι ἐγώ εἰμι.
ᎿᎭᏉᏃ ᎯᎠ ᏄᏂᏪᏎ ᏂᎦᏛ, ᏂᎯᏍᎪ ᎤᏁᎳᏅᎯ ᎤᏪᏥ? ᎯᎠᏃ ᏂᏚᏪᏎᎴᎢ, ᏰᎵ ᏂᏥᏫ, ᎠᏴᏰᏃ ᎾᏍᎩ.
71 οἱ δὲ εἶπαν· τί ἔτι ἔχομεν μαρτυρίας χρείαν; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
ᎯᎠᏃ ᏄᏂᏪᏎᎢ, ᎦᏙᏃ ᎢᎬᏙᏗ ᎠᏏ ᎪᎯᏳᏗᏍᎩ? ᎢᎬᏒᏰᏃ ᎡᏓᏛᎦᏏ ᎤᏩᏒ ᎧᏁᎬᎢ.

< Κατα Λουκαν 22 >